ΑΓΑΠΗΜΕΝΟ ΙΣΤΟΛΟΓΙΟ

Τρίτη 10 Φεβρουαρίου 2015

"Παρακλητικός Κανών στον Άγιο Ιερομάρτυρα Χαράλαμπο τον Θαυματουργό"

 
Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης: Ἀμήν.
 
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί. 
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
 
γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. 
 
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
 Ὁ Ἱερεύς:Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
  Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἴτα τά παρόντα Τροπάρια.
 
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ. 
 Τῷ Ἀθλοφόρω οἱ πιστοί δεῦτε πάντες, εὐσεβοφρόνως προσπέσοντες βοῶμεν, Ἱερομάρτυς ἔνδοξε Χαράλαμπε ρύσαι τούς τιμώντας σέ, λοιμικής ἀσθενείας, πάσης περιστάσεως, καί δεινῶν καί κινδύνων, ταῖς πρός Χριστόν λιταίς σου, ἀθλητά, σέ γάρ προστάτην κεκτήμεθα ἅπαντες

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
  
Θεοτοκίον
 Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
 
 Ψαλμός ν΄ (50)
λέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου• επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου• αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν• ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους. 
  
Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
 
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ἀρματηλάτην Φαραώ.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ταῖς πρός Χριστόν σου ἱεραῖς ἐντεύξεσι, Μάρτυς ἀοίδιμε, τῶν κινδύνων ρύσαι, καί δεινῆς κακώσεως, καί πάσης περιστάσεως, καί αἰσχρᾶς ἁμαρτίας, Ἱερομάρτυς Χαράλαμπες, καί τῶν δυσμενῶν κατακρίσεως. 
 Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
τῶν ἁπάντων Βασιλεύς καί Κύριος, ψυχῆς σου τό φαεινόν, προειδῶς παμμάκαρ, λαμπρῶς καθωράϊσεν, ἱερωσύνη, Ἅγιε, διαπρέψαντα λίαν, εἴτα ἀθλήσεως λάμψεσι σέ εἰς οὐρανούς προσελάβετο. 
     
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Δόξη ἐνθέως διαπρέπων, ἔνδοξε, ἐν οὐρανοῖς κατοικεῖς, σύν ἀγγέλοις μάκαρ, καί Ἁγίων τάγμασι, δυσώπησον τόν Κύριον, παρρησίαν ὡς ἔχων, ἠμᾶς ρυσθῆναι κολάσεως, νόσου τέ καί πάσης πωρώσεως.
 
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων, Ἀμήν.
ὑπέρ λόγον τόν Θεόν κυήσασα, Εὐλογημένη Ἁγνή, καί τῶν οὐρανίων, νοερά στρατεύματα, τῷ κάλλει σου λαμπρύνουσα, Παναγία Παρθένε, καταύγασον τούς οἰκέτας σου, πάσης ἐξελοῦσα σκαιότητος.
Ὠδή γ΄. Οὐρανίας ἁψίδος
 Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Παναοίδιμε πόθω σέ ἀνυμνῶ Ἅγιε, τάχος τῶν κινδύνων καί σάλου, πάντας ἁπάλλαξον, ταῖς ἰκεσίαις σου, πρός τόν Θεόν καί εἰς ὅρμον, σωτηρίας εὔθυνόν τους σέ γεραίροντας. 
  
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Θεός τῶν ἁπάντων, δημιουργός Κύριος, χάριν σοῖ παρέσχε Θεοφρον, τήν τῶν ἰάσεων ἤν σύ ἐζήτησας, ὑπεραθλῶν αὐτοῦ πόθω, καί λαβῶν τοῖς δούλοις σου παρασχου Ἅγιε. 

 Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Θειοτάτη προνοία, παρά Θεοῦ δέδοσαι πάσι τοῖς πιστῶς σέ τιμῶσι μάκαρ Χαράλαμπες, διο ἀπέλασον ἅπασαν νόσον καί βλάβην, χάριν παρεχόμενος τήν ἐπουράνιον.
   
 Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων, Ἀμήν.
ς Θεοῦ σέ Μητέρα, καί γηγενῶν καύχημα, πίστει ἀνυμνοῦμεν Παρθένε, καί μακαρίζομεν, ρύσαι Πανάχραντε, τῆς ἐνεστώσης ἀνάγκης, τούς πιστῶς ὑμνοῦντας σέ τήν Ὑπερύμνητον. 
 Ὠδή δ΄. Σύ μου ἰσχύς Κύριε
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Σύ Ἀθλητά καταφυγή μου καί δύναμις, σύ προστάτης, σύ μου καί ἀντίληψις, πλουτῶν σοφέ ὄντως πρός Θεόν, παρρησίαν μάκαρ, ὡς στεφανίτης ἀήττητος, διο καί πάσαν νόσον, ἀπελαύνων παρασχου τοῖς πιστοῖς θείαν χάριν καί ἔλεος.  
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
λοσχερῶς, πρός τούς ἀγώνας ἐχώρησας, ὡς ὑπάρχων, ἱερεύς θαυμάσιος, καί δυσμενῶν ὄπλα καί ἰσχύν, τή Θεία ἰσχύϊ, καταβαλῶν ἀξιΰμνητε, στεφάνων ἠξιώθης, οὐρανίων παμμάκαρ, διό ρύσαι ἠμᾶς πάσης θλίψεως.  
  
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
λέως σύ, Ἱερομάρτυς Χαράλαμπες, τοῖς σοῖς δούλοις, εἴης Παμμακάριστε, διδούς αὐτοῖς χάριν δαψιλή, ταῖς σαῖς ἰκεσίαις, ἐλαύνων νόσους καί σκάνδαλα, καί χάριτος ἐνθέου, ἀξιῶν ὡς προστάτης, πάσαν νόσον καί βλάβην ἀπέλασον. 

 Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων, Ἀμήν.
Νοοῦντες σου, τό ὑπέρ λόγον μυστήριον, Θεοτόκε, Ἄχραντε Θεονυμφε, τῶν οὐρανῶν τάγματα Σεμνή, θάμβει γεγηθότως, συνέχονται ἐκπληττόμενα, διό ἠμᾶς Κυρία, λοιμικής ἀσθενείας, καί κολάσεως ρύσαι Ὑπεραγνέ. 
Ὠδή ε΄. Ἴνα τί μέ ἀπώσω
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
περύμνητον Μάκαρ, τόν Θεόν τῶν ἁπάντων σύ ἀνεκήρυξας, λαμπρῶς ἐν τῷ σταδίω, Χαράλαμπες Θεοφρον, ὄν ἀεί καθικέτευε, τῶν ἐνεστώτων κακῶν, ρύσαι ἠμᾶς καί νόσων.
  
 Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Νῦν σέ Μάρτυς πλουτοῦντες, πρός Θεόν τῶν ἁπάντων πρέβυν θερμοτατον, καί ἀεί Παμμάκαρ ἰκετεύομεν ρύσαι τῶν θλίψεων, καί δεινῆς μανίας, τῆς ἐνεστώσης νόσου τάχους,  καί κινδύνων καί πάσης κακώσεως. 
 
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
λασμόν τῶν πταισμάτων, παρεχόμενος πάσι τοῖς εὐφημούσι σέ, ταῖς λιταίς σου Μάρτυς, τήν μανίαν ἐν τάχει ἀπέλασον, Μάκαρ πάσης νόσου, πάσης βλάβης καί κακίας, ἀξιῶν οὐρανίου λαμπρότητος.
 
 Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων, Ἀμήν.
ς Θεόν τετοκυΐα, Ὑπερύμνητε Κόρη Θεοχαρίτωτε, θαυμαστῶς ἰσχύεις, ὅσα βούλει Ὑπεραγνέ Δέσποινα, διό πάντας ρύσαι, νόσου παντοίας καί γεένης, καί κολάσεως πάσης ἑξάρπασον. 
 
Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ 
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
γίως τήν βιοτήν διήνυες, ἱερεύς διατελῶν Θεοκήρυξ, εἴτα Σοφέ, μαρτυρίου ἀγῶσιν, εἰς οὐρανούς ἀνελήλυθας ἄριστε, διό λιταίς σου πρός Χριστόν, πάσαν νόσον ἀπέλασον τάχιστα.
  
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ναόν σου τοῦ Παναγίου Πνεύματος, ἐγνωκότες οἱ πιστοί εὐφημοῦμεν, πάσης ὀργῆς, καί ἀνάγκης καί νόσων, καί τοῦ ἀώρου θανάτου ἁπάλλαξον, λιταίς σου πρός τόν Λυτρωτήν, Παναοίδιμε Μάρτυς Χαράλαμπες.
  
 Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Νοοῦντες τήν παρρησίαν Ἅγιε, ἤν πλουτεῖς πρός τόν Χριστόν Ἀθλοφόρε, πίστει ἀεί, εὐφημοῦμεν σέ Μάκαρ, τήν λοιμικήν ἐξ ἀνθρώπων ἀπέλασον, μανίαν τήν λυμαντικήν, ταῖς λιταίς σου Χαράλαμπες ἔνδοξε. 
 
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων, Ἀμήν.
μόνη τόν Λυτρωτήν κυήσασα, σύ ὑπάρχεις Παναγία Παρθένε, ὄν ἐκτενῶς, ὑπέρ πάντων δυσώπει, οἰκτειρηθῆναι τῷ Θείω ἐλέει σου, τυχεῖν τέ τῆς ἐν οὐρανῶ, ἀπολαύσεως δόξης καί χάριτος. 

Διάσωζε Ἱερομάρτυς τούς πίστει σέ εὐφημούντας, ταῖς πρός Χριστόν λιταίς σου Χαράλαμπες, κινδύνων καί ἀσθενείας ἁπάσης.
 
χραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Αἴτησις. Εἴτα τό Κοντάκιον
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν
Προστασία τή ἱερά σου Θεόπνευστε, ἱκεσία πρός τόν Χριστόν ἱερώτατε, οἰκτείρησον ἠμᾶς, Χαράλαμπες, Σοφέ, δωρούμενος ἠμίν τήν λύσιν τῶν δυσχερῶν ἔνδοξε, ἀποσοβῶν πάσαν νόσον καί λοιμικᾶς ἀσθενείας, ὡς ἀντιλήπτωρ τῶν πιστῶν, Παναοίδιμε ὀξύτατος.
 
 Καί εὐθύς τό Προκείμενον Ἦχος δ΄.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνω πληνθυνθήσετε
 
Στίχος: Πεφυτευμένοι ἐν τῷ Οἴκω Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἠμῶν ἑξανθήσουσιν.
 
 Εὐαγγελίον. Ἐκ τοῦ κατά Ἰωάννην (ἰέ΄. 17-27 καί ἰστ΄. 1-2)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμίν, ἴνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμέ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἄν τό ἴδιον ἐφίλει· ὅτι δέ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγώ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διά τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγώ εἶπον ὑμίν· Οὐκ ἐστί δοῦλος μείζων του κυρίου αὐτοῦ· Εἰ ἐμέ ἐδίωξαν καί ὑμᾶς διώξουσιν εἰ τόν λόγον μου ἐτήρησαν, καί τόν ὑμέτερον τηρήσουσιν. Ἀλλά ταῦτα πάντα ποιήσουσιν ὑμίν διά τό ὄνομά μου, ὅτι οὐκ οἴδασι τόν πέμψαντα μέ. Εἰ μή ἦλθον καί ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δέ πρόφασιν οὐκ ἔχουσι περί τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμέ μισῶν, καί τόν πατέρα μου μισεῖ. Εἰ τά ἔργα μή ἐποίησα ἐν αὐτοῖς ἅ οὐδείς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δέ καί ἐωράκασι, καί μεμισήκασι καί ἐμέ καί τόν πατέρα μου. Ἀλλ’ ἴνα πληρωθῆ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμω αὐτῶν, ὅτι ἐμίσησαν μέ δωρεάν. Ὅταν δέ ἔλθη ὁ παράκλητος, ὄν ἐγώ πέμψω ὑμίν παρά τοῦ πατρός, τό Πνεῦμα τῆς ἀληθείας, ὁ παρά τοῦ Πατρός ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περί ἐμοῦ. Καί ὑμεῖς δέ μαρτυρεῖτε ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμίν ἴνα μή σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἴνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξη λατρείαν προσφέρειν τῷ Θεῶ.
 
Ὁ Ἀναγνώστης: Δόξα σοί Κύριε δόξα σοί. 

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις Ἐλεήμων, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβαίαις Ἐλεήμων, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.


Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι
Μή ἐγκαταλείπης μέ, παραπτωμάτων εἰς χάος, Ἀθλητά Χαράλαμπες, ἀλλά τάχος ἔξελε τῆς πωρώσεως, θλίψις γάρ Ἔνδοξε, καί ἀχλύς τήκει μέ, τῶν ἀπείρων παραπτώσεων, ὧν μέ ἁπάλλαξον, τάχος Ἱερεῦ Παναοίδιμε, πρός Κύριον πρεσβείαις σου, ὡς θερμός προστάτης τῶν δούλων σου, δέομαι Θεόφρον, ἐπάκουσον ἠμῶν τῶν ταπεινῶν,ἑξαγαγῶν πάντας Ἅγιε, τῶν δεινῶν καί θλίψεων.

Ὁ Ἱερεύς:

Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου ....... (τῆς ἡμέρας), καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.



Ὠδή ζ΄. Παῖδες Ἑβραίων
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Σῶσον Παμμάκαρ σούς οἰκέτας, περιστάσεως καί ζάλης ἐναντίας, ταῖς εὐχαίς σου Σοφέ, πρός Κύριον βοώντας, εὐλογητός εἰ Κύριε ὁ Θεός εἰς τούς αἰώνας. (Δίς)
  
  Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
γιον Πάτερ τῶν Ἁγίων, καθικέτευε ὑπέρ τῶν σέ τιμώντων, ἁπαλλάτων αὐτούς, κακώσεως καί σάλου, εὐλογητός εἰ κράζοντας ὁ Θεός εἰς τούς αἰώνας.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων, Ἀμήν.
τεκες Ἄχραντε Μαρία, τόν ἀχώρητον Δεσπότην τῶν ἁπάντων, ὄν ἀεί ὡς Υἱόν, ὑπέρ ἠμῶν δυσώπει, νόσου καί πάσης θλίψεως, ἁπαλλάξαι Παναγία. 

Ὠδή η΄. Τόν ἐν ὄρει ἁγίω 
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
κετεύει ὁ Θεῖος Χαραλάμπης, σέ τόν μόνον τῆς Δόξης Βασιλέα, ἀποσοβῆσαι λοιμικήν ἀσθένειαν, τῶν ὑμνολογούντων, καί δοξολογούντων, αὐτόν εἰς τούς αἰώνας.
  
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
τῶν ὅλων Θεός τρισί προσώποις, προσκυνούμενος οἰκτείρησον τόν κόσμον, τοῦ Χαραλάμπους Σῶτερ ταῖς δεήσεσι, δέει σέ ὑμνοῦντα, καί δοξολογοῦντα, εἰς πάντας τούς αἰώνας.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Θεότης Πατήρ Υἱός καί Πνεῦμα, ταῖς λιταῖς Χαραλάμπους πάντας ρύσαι, τῶν δυσχερῶν καί πάσης περιστάσεως, πίστει σέ ὑμνοῦντας, καί ὑπερυψούντας, εἰς πάντας τούς αἰώνας.
  
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων, Ἀμήν.
Παρθένος καί μόνη Θεοτόκος, τόν Παντάνακτα ἀλήκτως ἱκετεύει, ὑπέρ ἠμῶν ρυσθῆναι περιστάσεων, ἀνυμνολογούντων, ὡς Θεόν τῶν ὅλων, αὐτόν εἰς τούς αἰώνας.

Ὠδή θ΄. Ἐξέστη ἐπί τούτω 
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
ξίστανται οἱ τύραννοι Ἀθλητά, θεωροῦντες τήν χάριν τήν ἔνθεον, τήν ἐπί σοῖ, Μάρτυς ἐνεργοῦσαν ὑπερφυῶς, ἠνίκα ἐξηρτήθησαν, ἄνω εἰς ἀέρα καί ὁ τμηθεῖς, τάς χείρας ἀοράτως, καί ξύλον τό βλαστῆσαν, ταῦτα θεώμενοι ἐξέστησαν.

Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Τήν νόσον τήν λοιμώδη καί μιαρᾶν, ἀπελαύνων, Χαράλαμπες ἔνδοξε, ρύσαι ἠμᾶς, πάσης δυσχερείας τῶν δυσμενῶν, δαιμόνων τέ κακώσεως, πονηρῶν ἀνθρώπων καταδρομῆς, καί φθόνου καί μανίας, καί τῆς συκοφαντίας, καί τῆς κολάσεως, Ἀοίδιμε. 

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τριάδα Ὑπερούσιον προσκυνῶν, σύν ἀγγέλοις Χαράλαμπες ἔνδοξε, ταῖς σαῖς λιταῖς, οἴκτειρον ἰκέτας σου ἱερέ, καί τούς ὑμνολογοῦντας σέ, πάντων ἀδοκήτων καί συμφορῶν, ἁπάλλαξον Θεοφρον, παντοίας τέ κακίας, καί τῆς γεένης παμμακάριστε.
  
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων, Ἀμήν.
Κυρία τῶν ἀγγέλων καί τῶν βροτῶν, καί ἁπάσης της κτίσεως Δέσποινα, τῆς ἀπειλῆς, σάλου τέ κακίας τῆς μιαρᾶς, καί βασκανίας Ἄχραντε καί ζηλοτυπίας τῆς βδελυρᾶς, ἁπάλλαξον ταχέως, τούς σέ δοξολογοῦντας, καί αἰωνίου κατακρίσεως. 

 
ξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.


 
Καί τά παρόντα Μεγαλυνάρια
θλοφόρων κλέος τό ἱερόν, Μάρτυρα Κυρίου, Χαραλάμπην νῦν οἱ πιστοί, ἐλατήρα ὄντα, ἰσχυρόν πάσης νόσου, καί παθῶν μετά πόθου ὑμνολογήσωμεν. 
 
Αἴτημα ὑπάρχει Θαυματουργέ, τοῦτο σόν Θεοφρον, ἀπελαύνει τήν λοιμικήν, νόσον ἐξ ἀνθρώπων διό αὐτήν ὀξέως, ἀπέλασον λιταίς σου, καί πάσαν κάκωσιν.


Θρόνω παριστάμενος τῷ φρικτῶ, τοῦ Θεοῦ τῶν ὅλων, ἐκδυσώπει ὑπέρ ἠμῶν, ρυσθῆναι κινδύνων, καί πάσης ἄλλης βλάβης, καί τῆς ἐπικειμένης ἠμίν κολάσεως.


Χαραλάμπην πάντες τόν θαυμαστόν, Ἱερομαρτύρων ἀγλάϊσμα τό φαιδρόν, πόθω εὐφημοῦντες, βοήσωμεν συντόνως, λιταίς σου πρός τόν Κτίστην, ἠμᾶς οἰκτείρησον.


Δεῦτε φιλομάρτυρες εὐλαβῶς, μνήμην Χαραλάμπους ἀνυμνήσωμεν τοῦ κλεινοῦ, πρός αὐτόν βοῶντες, σούς δούλους σκέπε Μάρτυς, λοιμικής τέ νόσου, καί πάσης θλίψεως.


Πᾶσαι τῶν ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς. 


Ὁ Ἀναγνώστης: Ἀμήν. 


 γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. 
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
ς στύλος ἀκλόνητός της ἐκκλησίας Χριστοῦ, καί λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμω, διά τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων τήν σκοτόμαιναν μάκαρ, διό ἐν παρρησία Χριστῷ πρέβευε σωθῆναι ἠμᾶς.

Εἴτα ἐκετενής παρά τοῦ Ἱερέως καί ἀπόλυσις μεθ’ ἤν ψάλλομεν τό κάτωθι τροπάριον.


 Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου
Πάντας ἐλεεῖς, Μάρτυς Χριστοῦ, τούς σοί προσδραμόντας ἐν πίστει, ταῖς ἰκεσίαις ταῖς σαῖς, Ἀθλητά Χαράλαμπες ἀξιοθαύμαστε, διό οἴκτειρον ἅπαντας, καί νῦν τούς σούς δούλους, τάχιστα ρυόμενος, τῶν ἀδοκήτων δεινῶν, θλίψεως καί νόσου βαρείας, πάντων δυσχερῶν καί κινδύνων καί τῆς ἐν γεένη κατακρίσεως.

Ἦχος πλ. δ΄
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.
 
Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Πηγή

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

Στηρίξτε......

  • Ο εύκολος πόλεμος - Κανείς από εμάς δεν ξέρει τι είναι ο πόλεμος. Έχουμε ακούσει ιστορίες, έχουμε δει βίντεο και εικόνες, έχουμε διαβάσει για αυτόν, Οι παππούδες μας, μας με...
    Πριν από 6 χρόνια