Πέμπτη, 18 Αυγούστου 2011

Άγιος Νικόδημος ο Αγιορείτης: Θεοτοκάριον (Πέμπτη εσπέρας - Ήχος πλ. Δ΄)




ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ΠΟΙΗΜΑ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ

ΠΑΥΛΟΥ ΕΠΙΣΚΟΠΟΥ ΑΜΟΡΙΟΥ

Οὗ ἡ ἀκροστιχίς.
«Τέλος με σῶσον τόν ἀνάξιον Κόρη Παῦλον».





Ὠδή α'. Ἦχος πλ. δ'. Ἁρματηλάτην Φαραώ.
Τῆς πρός ἐμέ σου συμπαθείας ἄχραντε, τήν ὑπερβάλλουσαν,
πῶς δυνηθῶ χάριν, ἀνυμνῆσαι Δέσποινα;
ἤ πῶς σου τό ἐξαίρετον, τῆς προνοίας δοξάσω,
ὅτι θανάτου διέσωσας, τόν πολλάκις τούτου με ἄξιον;

Έν ἀνομίαις συλληφθείς ὁ ἄθλιος, ὅλος γεγένημαι,
ἀμαρτιῶν πλήρης, μή εἰδώς τι ἕτερον·
μόνος γαρ ἐγώ γέγονα, σκεῦος ἄχρηστον πάντῃ,
τῷ φιλανθρῶπως με πλάσαντι· Δέσποινα τοῦ κόσμου βοήθει μοι.

Λύσον παθών μου τήν ὁμίχλην Πάναγνε, φωτί τοῦ τόκου σου,
τά ζοφερά νέφη τῶν ἐμῶν προλήψεων, πόρρῳ σου ἀπελαύνουσα,
τῆς ἐμῆς διανοίας, καί καθαρόν ἀπαθείας μου,
φέγγος τῷ σῷ δούλῳ ἀνάτειλον.

Οἴμοι τῷ φαύλῃ συνηθεία Δέσποινα, συνεχομένῳ δεινῶς!
οἴμοι βροτῶν μόνῳ, τῷ κατολισθήσαντι,
εἰς ἀπώλείας βάραθρα, καί παθῶν δυσωδίας,
ἀνεχομένῳ καί μένοντι, τήν ἐκ τοῦ πυρός τούτων ἔκτισιν.


Ὠδή γ'. Ὁ στερεώσας κατ' ἀρχάς.
Σύνδρομον ἔχω ἀληθῶς, τῇ τῆς σαρκός μου γεννήσει,
τό τοῖς πάθεσιν αὐτοῖς ὑπαχθῆναι,
καί ἀλόγως τοῖς αὐτῶν, ὑπηρετῆσαι πράγμασι·
φεῦ μοι τῷ ταλαιπώρῳ! Δέσποινα πάντων βοήθει μοι.

Μίαν ἡμέραν τῷ Θεῷ, μετανοῶ τάς δέ πάσας,
παροργίζω τήν αὐτοῦ εὐσπλαγχνίαν, ὁ ἀναίσθητος ἐγώ,
καί τήν ψυχήν ἀμείλικτος·
ἀλλά μακροθυμεῖν μοι, τοῦτον δυσώπει Πανάχραντε.

Ἐταλαιπώρησα δεινῶς, καί κατεκάμφθην εἰς τέλος,
βαρυτάτοις τῶν κακῶν μου φορτίοις, οἷς ὑπέκυψα ἑκών,
ἐκ παίδων ὁ ἀνόητος,
ἀλλά μή μέ παρίδης τούτοις ἁγνή ἀπολλύμενον.

Σῶμα καί πνεῦμα καί ψυχήν, μεμολυσμένος ὑπάρχων,
περιέρχομαι σπιλῶν τόν ἀέρα, καί τοῖς ἔργοις μου τήν γῆν,
μιαίνων ὁ ταλαίπωρος,
ἀλλά μεταβολῆς με, τρόποις Παρθένε βελτίωσον.


Ὠδή δ'. Σύ μου ἰσχύς Κύριε.
Ὡς ἐν νυκτί, μόνος ἐκ πάντων πορεύομαι, ἔργα πράττων, τά τοῦ σκότους ἄξια,
καί τούς βροτῶν λήσειν ὀφθαλμούς, ὅλως ἠπειγμένος,Θεόν λαθεῖν οὐ δεδύνημαι· 
παρ' οὗ δικαίᾳ κρίσει, ἐκδοθήσομαι σκότει, ἀλλ' ἐντεύθεν ἀγνή με οἰκτείρησον.

Στένω πικρῶς, ἐκ βάθους νῦν τῆς καρδίας μου,ἐννοῶν μου, τήν ἀπερινόητον, 
πληθύν κακῶν τήν ὡς ἀληθῶς,ψάμμον τῆς θαλλάσσης, τῷ ἀριθμῷ ὑπερβαίνουσαν·
διό με Θεοτόκε, πρό τοῦ τέλους εὐχαῖς σου,ἐπιστρέψασα σῶσον τόν δοῦλόν σου.

Οὐκ εὐτονεῖ, γένος βροτῶν προσευχόμενον, ἱλεῶσαι Θεόν οἷς ἐξήμαρτον, 
ἐπί τῆς γῆς μόνος τήν ψυχήν, τῆς δυσωδεστάτης, παθῶν ἐμπλήσας αἰσχρότητος·
εἰ μή σύ Θεοτόκε, τοῦ Θεοῦ μου ἡ Μήτηρ, ἐξιλάσῃ καί σώσῃς τόν δοῦλόν σου.

Νῦν ἐπ' ἐμέ, στένει τῆς γῆς τά πληρώματα, τήν τοῦ Κτίστου ἄγαν ἐκπληττόμενα, 
μακροθυμίαν καί ἀνοχήν, ἐπί τοῖς πολλοῖς μου, καί ὀλεθρίοις συμπτώμασι· 
καί γάρ τήν κτίσιν Κόρη, συνεκίνησα πᾶσαν, τά δεινά θαμβουμένην μου πταίσματα.


Ὠδή ε'. Ἵνα τί με ἀπώσω.
Τῶν ἀψύχων τήν φύσιν, Κόρη ἐν οἷς μόνοις οὐκ ἔδει ἐκμιμησάμενος, 
ἐν οἷς ἔδει ταῦτα, οὐκ ἐπείσθην ζηλῶσαι ὁ ἄθλιος, 
παραβάς τούς νόμους, τούς φυσικούς καί παρά φύσιν, 
βιωτεύσας διό με ἐλέησον.

Οἱ τοῦ σκότους προστάται, ἔργων τῶν αὐτῶν ἐν μυήσει με ἔθεντο καί ἑτέρων αὖθις, 
δι' αὐτῶν ἀσεβή με διδάσκαλον· οἴμοι τί ποιήσω! 
ὁ τούς πολλούς ἐν τοῖς κακοῖς μου, παγιδεύσας Πανάχραντε σῶσόν με.

Νεκρωθῆναι τῷ κόσμῳ, πᾶσι νομισθείς τοῖς εἰδόσι με Πάναγνε,
ἐναντίαν Κόρη, τῆς αὐτῶν ὑπολήψεως ἔρχομαι,
διοδεύσας τρίβον, ὁ δυστυχής ἀλλ' ὄντως φεῦ μοι!
εἰμή τάχος αὐτῆς ἀπαγάγῃς με.

Ἀμαρτίαις ἐπαύξω, ἄλλας ἁμαρτίας ὁ τλήμων ἑκάστοτε,
καί ἐπισυνάγω, τῆς γεέννης τό πῦρ τό ἀνύποιστον,
ἐν τῇ παναθλία ἑμοῦ ψυχῇ ἀφοῦ με ρῦσαι,
πρό τῆς πείρας ἐκείνης Πανάμωμε.


Ὠδή στ'. Ἱλάσθητί μοι Σωτήρ.
Νεκρός ἐκ πάντων καλῶν, ὑπάρχων πάντῃ καί ἄχρηστος,
ἐν μόνοις φθοροποιοῖς, ἔργοις οὐκ αἰσχύνομαι, ζῶν καί ἀγαλλόμενος·
ὤ, πῶς οὐκ αἰδοῦμαι, τῆς ψυχῆς μου τό ἀξίωμα!

Ἁπάσης μέν ἐντολῆς, ἐξέκλινα ὁ ταλαίπωρος,
κατήχθην δέ ἐν σπουδῇ, πρός τά ἀπευκτότατα, τῆς κακίας βάραθρα,
διά ραθυμίας, ἀλλ' ἐπίστρεψόν με Δέσποινα.

Ξηρά καί ἄκαρπος γῆ, καρπῶν τοῦ Πνεύματος γέγονα,
χερσομανοῦσα δεινῶς, καί ὕλη φλογώσεως τοῦ πυρός τοῦ μέλλοντος,
βλαστάνουσα Κόρη· ἀλλά σύ με μετασκεύασον.

Ἰδού με πᾶσα κακῶν, περιεκύκλωσε θάλασσα,
καί ποταμοί τῶν παθῶν, ἐπῆραν φωνάς αὐτῶν, ἐπ' ἐμέ Πανάχραντε,
ὧν τῆς καταιγίδος, καί ἀτάκτου φορᾶς ρῦσαί με.


Κάθισμα. Ἦχος πλ. δ'. Τήν σοφίαν καί Λόγον.
Φωτεινήν σε νεφέλην καί λογικήν, θεϊκήν ὄντως δρόσον καί μυστικήν,
ὕδωρ τό ἀλλόμενον εἰς ζωήν τήν αἰώνιον, καί σωτηρίας ὄμβρον, ὀμβρίσασαν Δέσποινα,
ἐπεγνωκώς αἰτοῦμαι, τήν σήν ἀγαθότητα·
δός τῇ κεφαλῇ μου, κατανύξεως ὕδωρ, πηγήν τε βλυστάνουσαν,
ὥσπερ νάματα δάκρυα, ἵνα ἄνωθεν πλύνῃ με, ἐκ τοῦ ρύπου πταισμάτων μου,
καί χιόνος δείξῃ με λευκότερον, ἐπί σέ γάρ ἐλπίζω, ὁ ἀχρείος ἱκέτης σου.


Ὡδή ζ'. Θεοῦ συγκατάβασιν.
Οὐκ ἔχω κατάνυξιν, οὐδέ ταπείνωσιν ἐν καρδίᾳ μου,
οὔτε μήν ἀγρυπνίαν, οὐ προσευχήν τε οὐδέ ἐγκράτειαν·
οὐ τινός ἄλλου αγαθοῦ ἐνέργειαν· διό βοῶ δωρεάν Δέσποινα σῶσόν με.

Νοός ἀμαυρότητι, οὐκ ἐκτησάμην ὅλως μετάνοιαν,
οὐ μελέτην θανάτου, οὐ σωφροσύνην ὄντως οὐ φρόνησιν,
ἀλλ' οὐδ' ἀνδρείαν οὐ δικαιοσύνην τε, διό βοῶ δωρεάν Δέσποινα σῶσόν με.

Κομῶν ἐν τοῖς πάθεσι, καί θάλλων πᾶσιν ἐν ἁμαρτήματι,
προσοχῆς θεῖου φόβου καί προσεδρίας Θεῷ παρημέλησα·
ἀγάπης πᾶσης, ἐλπίδος καί πίστεως· διό βοῶ δωρεάν Δέσποινα σῶσόν με.

Οὐκ ἔστιν ὅς ἥμαρτεν, ἐν γῇ τις πλέον ἐμοῦ Πανάχραντε,
οὐδέ ἐστίν ὅς οὕτω, παρώργισε τόν ποιήσαντα,
ζήσας ἀσώτως ὡς ἐγώ ὁ ῎αθλιος· διό βοῶ δωρεάν Δέσποινα σῶσόν με.


Ὠδή η'. Ἑπταπλασίως κάμινον.
Ρῦσαι κακῶν ἁπᾶσης με, συνηθείας Πανάχραντε,
δός μοι καθαράν, ἐπιστροφήν πρός Κύριον, ἁγνείας οἰκείωσιν,
τοῖς ὑπερτάτοις κάλλεσι, σώφρονα Παρθένε,
ποίησόν μου τόν βίον καί πᾶσαν ἀγαθῶν μοι μετουσίαν παράσχου,
ὅπως δοξολογῶ σε εἰς πάντας τούς αἰῶνας.

Ἡ φῶς θεοῦ τό ἄφραστον, τοῖς βροτοῖς ἀνατείλασα,
φώτισον ψυχῆς μου, τάς αἰσθήσεις δέομαι,
τό σκότος διώκουσα τῆς δεινῆς αμελείας μου·
ἄναψόν μοι πῦρ, ἐν τῇ καρδίᾳ Παρθένε, τοῦ πόθου τοῦ Υἱοῦ σου,
καί τῆς τούτου γλυκείας, πλῆσόν με εὐφροσύνης εἰς πάντας τούς αἰῶνας.

Πάσαις καλῶν ἰδέαις με, κατακόσμησον Δέσποινα·
πλήρωσον χαρᾶς, πνευματικῆς τόν δοῦλόν σου,
τῷ κύκλῳ στεφάνωσον, τῶν ἀρετῶν Πανάμωμε·
ἔμπλησον παντοίας, δωρεῶν μετουσίας, καί μέτοχόν με δεῖξον, οὐρανῶν βασιλείας,
κᾄν μου ὑπέρ ἀξίαν, τό αἰτηθέν ὑπάρχει

Ανεπιστρόφῳ νεύματι, ἀκλινεῖ τε ὁρμήματι,
τήν πρός ἀρετήν ἀνεμποδίστως στέλλεσθαι, πορείαν εὐόδωσον,
καί τοῖς πρόσω ἐκτείνεσθαι, τῶν ὅπισθεν ἁπάντων, ἐπιλαθόμενόν με·
καί θέρμην μετανοίας, καί εὐχῶν μοι παράσχου, Παρθένε ἵνα πόθῳ, ὑμνῶ σε εἰς αἰῶνας.

Αἰνοῦμεν. Ὁ Εἱρμός.
«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δέ κρείττονι, περισωθέντας τούτους ἰδών, τόν Δημιουργόν καί Λυτρωτήν ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαός ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας».

Ὠδή θ'. Ἐξέστη ἐπί τούτῳ.
Ὑμνῆσαι πῶς ἰσχύσω τήν καθαράν, ὁ ψυχήν καί καρδίαν ἀκάθαρτος,
πῶς τήν ἁγνήν λόγοις εὐφημήσω ὁ ἐναγής;
πῶς ἥν ὁρᾶν συστέλλονται, τάξεις τῶν Ἀγγέλων βλέπειν ἐγώ, τολμήσω ἐν εἰκόνι,
οὕτω κακῶς ὡς ἔχω; διό μοι Δέσποινα οἰκτείρησον.

Λαβοῦσα δεξιᾶς με Κόρη χειρός, βασιλεῖ ἀθανάτω οἰκείωσον, τῷ σῷ Υἱῷ, τ
ήν τῶν ἐσφαλμένων μοι παρασχεῖν, αἰτοῦσα θείαν ἄφεσιν,
καί βίου διόρθωσιν παντελῆ· καί γάρ σε προστασίαν,
ἐλπίδα τε καί σκέπην, καί ζῶν καί θνήσκων ἐπιγράφομαι.

Ὁ λόγος ὅν ἐλάλησα νῦν πρός σε, οὐ τό πᾶν τῶν κακῶν μου ἠρίθμησε,
οὐ τά κρυφῇ, αἴσχη ἀπεκάλυψεν ἀλλ' αἰδοῖ, τῆς τῶν ἀνθρώπων γνώσεως,
ἔκρυψε τά πλείονα συσταλείς· σύ δέ μου δεχομένη, τήν πρόθεσιν Παρθένε,
δός μοι τελείαν τούτων ἄφεσιν.

Νυμφῶνος ἀθανάτου ἐπιτυχεῖν, καί τρυφῆς Παραδείσου ἀξίωσον,
τόν ἐπί γῆς, μόνην σε ἐλπίδα μετά Θεόν, μόνην πρεσβείαν ἔχοντα,
μόνην προστασίαν μόνην ἰσχύν, διό ἐνδιαθέτως, τολμῶντα ταῦτα λέγειν,
Δέσποινα σῶσόν με τόν δοῦλόν σου.


Προσόμοια. Ἦχος πλ. δ'. Κύριε εἰ καί κριτηρίῳ.
Χαῖρε ἡ λευκοφαῆ μαργαρίτην, καί διαυγῆ καί πολύτιμον,
ἐκ κοκκοβαφῶν σου αἱμάτων, συμπεπηγμένον γεννήσασα,
τόν ταῖς γλυκείαις αὐτοῦ, καί φωτοβόλοις λάμψεσι,
παντός τοῦ κόσμου τό ζοφῶδες, καταυγάζοντα Πανύμνητε.

Χαῖρε ἡ βρεφοπρεπῶς ἐν ἀγκάλαις, ταῖς σαῖς Παρθένε βαστάσασα,
τόν ἐφ' ὑψηλοῦ θρόνου δόξης, Θεοπρεπῶς καθεζόμενον·
καί ἐν τοῖς στέρνοις τοῖς σοῖς, ὑπνώσαντα κρατήσασα,
τόν ἀνύστακτον καί πάντα, ἐφορῶν ὄμμα ἔχοντα.

Χαῖρε ἡ ὑπέρ μέλι γλυκάζον, τόν αἰσθητόν Κόρη φάρυγγα,
καί ὑπέρ κηρίον ἡδύνον, γλῶσσαν ἁπάντων καί λάρυγγα,
καί ἀμβροσίας αὐτῆς, μάλλον καταγλυκαίνουσα,
ἐν τῷ γλυκεῖ ὀνόματι σου, τάς καρδίας τῶν ὑμνούντων σε.

Ἔκδυσόν με τόν πενθήρη χιτώνα, καί σωτηρίου με ἔνδυσον,
καί ἀγαλλιάσεως θείας, καί εὐφροσύνης ἱμάτιον,
ὅπως μή ἐκβληθῶ, γάμου μή ἔχων ἔνδυμα,
ἐκ τοῦ νυμφῶνος τοῦ Υἱοῦ σου, Θεοχαρίτωτε Δέσποινα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Στηρίξτε......