Πέμπτη, 25 Αυγούστου 2011

Παρακλητικός κανών εις τον άγιο ΙΩΑΝΝΗΝ τον ΧΡΥΣΟΣΤΟΜΟ

Ευλογήσαντος του ιερέως λέγομεν τον Ψαλμόν ΡΜΒ΄ (142)

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου.
Και μη εισέλθεις εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων.
Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου. εταπείνωσεν εις γην την ζωήν μου.
Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος. Και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου.
Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τα χείρας μου. η ψυχή μου ως γη άνυδρός σοι.
Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου.
Μη αποστρέψεις το πρόσωπόν σου απ’ εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον.
Ακουστόν ποίησον μοι το πρωί το έλεός σου, ότι επί σοι ήλπισα.
Γνώρισόν μοι, Κύριε, οδόν, εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου.

Εξελού με εκ των εχθρών μου, Κύριε. προς σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου.
Το Πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία. ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με.
Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου. και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλός σού ειμί.


Ήχος δ΄
Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στιχ. α΄. Εξομολογείσθε τω Κυρίω, και επικαλείσθε το όνομα το άγιον αυτού.

Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στιχ. β΄. Πάντα τα έθνη εκύκλωσάν με και τω ονόματι Κυρίου ημυνάμην αυτούς.

Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στιχ. γ΄. Παρά Κυρίου εγένετο αύτη, και έστι θαυμαστή εν οφθαλμοίς ημών.

Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.


Ήχος δ’. Τη Θεοτόκω εκτενώς.
Τω Χρυσοστόμω Ιωάννη προσέλθωμεν, και τη εικόνι τη αυτού προσκυνήσωμεν, από βαθέων κράζοντες ψυχής εν στεναγμοίς. σπεύσον και διάσωσον από πάσης ανάγκης, ρ’υσαι τας ψυχάς ημών, της δαιμόνων κακίας, σου γαρ πρεσβεία η προς τον Θεόν, μεγάλην έχει την δύναμιν, Άγιε.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι
Τω Χρυσοστόμω Ιωάννη προσέλθωμεν, και τη εικόνι τη αυτού προσκυνήσωμεν, από βαθέων κράζοντες ψυχής εν στεναγμοίς. σπεύσον και διάσωσον από πάσης ανάγκης, ρύσαι τας ψυχάς ημών, της δαιμόνων κακίας, σου γαρ πρεσβεία η προς τον Θεόν, μεγάλην έχει την δύναμιν, Άγιε.

Και νυν και αει και εις τους αιώνας των αιώνων, Αμήν.
Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν, αμαρτωλοί και ταπεινοί και προσπέσωμεν εν μετανοία κράζωμεν εκ βάθους ψυχής. Δέσποινα βοήθησον, εφ’ ημίν σπλαγχνισθείσα, σπεύσον απολλύμεθα υπό πλήθους πταισμάτων. μη αποστρέψης σους δούλους κενούς, σε γαρ και μόνην, ελπίδα κεκτήμεθα.

Ο Ν΄ (50) ΨΑΛΜΟΣ
Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου, εξάλειψον το ανόμημά μου.
Επί πλείον πλύνον με από της ανομίας μου, και από της αμαρτίας μου καθάρισόν με.
Ότι την ανομίαν μου εγώ γινώσκω και η αμαρτία μου ενώπιόν μού εστί δια παντός.
Σοι μόνω ήμαρτον, και το πονηρόν ενώπιόν σου εποίησα. όπως αν δικαιωθείς εν τοις λόγοις σου, και νικήσεις εν τω κρίνεσθαί σε.
Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου.
Ιδού γαρ αλήθεια ηγάπησας. τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι.
Ραντιείς με υσσώπω, και καθαρισθήσομαι. πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι.
Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην. αγαλλιάσονται οστέα τεταπεινωμένα.
Απόστρεψον το πρόσωπόν σουαπό των αμαρτιών μου, και πάσας τας ανομίας μου εξάλειψον.
Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου.
Μη απορρίψεις με από του προσώπου σου, και το Πνεύμα σου το άγιον μη αντανέλεις απ’ εμού.
Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου, και πνεύματι ηγεμονικώ στήριξόν με.
Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι.
Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου. αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου.
Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου.
Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν. ολοκαυτώματα ουκ ευδοκήσεις.
Θυσία τω Θεώ πνεύμα συντετριμμένον. καρδία συντετριμμένην και τεταπεινωμένην, ο Θεός, ουκ εξουδενώσει.
Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ.
Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.


Ωδή α΄. Αρματηλάτην Φαραώ.
Αρχήν σοφίας τον Θεού ποιούμενος, φόβον Χρυσόστομε, εντολάς απάσας, δι’ αυτού ετήρησας, και της αγάπης έφθασας, την ακρώρειαν Πάτερ, ων περ μετόχους ανάδειξον, και ημάς ταις θείαις πρεσβείαις σου.

Εν εγκρατεία της σαρκός ενέκρωσας, πάθη Χρυσόστομε, και εις απαθείας, ύψος ανελύληθας, διό σε ικετεύομεν, και ημάς τους σους δούλους, παθών απάντων εκλύτρωσαι, της ψυχής ομού και του σώματος.

Εκ νεαράς της ηλικίας Άγιε, συ την ταπείνωσιν, αγάπησας λίαν, έπαρσιν εμίσησας, αλλά και ημάς πρέσβευε, τα φρονήματα πάντα, τα υψηλά αποστρέφεσθαι, και τοις ταπεινοίς συνεπάγεσθαι.

Εν ταις αγκάλαις τον Χριστόν βαστάζουσα, έλεγες Άχραντε, ω γλυκύ μου σπλάγχνον, επέιμε Μητέρα σου, γενέσθαι κατηξίωσας, δέομαί σου Υιέ μου, πάσης ανάγκης διάσωσον, τους εμοί προσφεύγοντας δούλους σου.


Ωδή γ΄. Ουρανίας αψίδος.
Σοι το ζην κατά Παύλον, ην ο Χριστός Άγιε, και το υπέρ τούτου τεθνάναι, κέρδος λελόγισται, διό καμέ τη σαρκί, θανείν Χριστόν εκδυσώπει, και ζην εν τω Πνεύματι Πάτερ Χρυσόστομε.

Απογνώσεως ώφθης, εκκοπτικός πέλεκυς, της δε μετανοίας εδείχθης κύρηξ Χρυσόστομε, διό αξίωσον, μετανοείν με γνησίως, εφ’ οις επλημμέλησα, λόγοις και πράξεσιν.

Ειληφώς εξουσίαν, παρά Χριστού Άγιε, λύειν και δεσμείν αμαρτίας εμού διάλυσον αμαρτιών την πληθύν, και του Κυρίου τω φόβω, σύνδησόν με πάνσοφε, θείε Χρυσόστομε.

Μέγα όντως υπάρχει, το σον αγνή καύχημα, ότι τον Υιόν του ανάρχου Πατρός εγέννησας, ον εκδυσώπησον, ης περ απώλεσας θείας, αξιώσαι χάριτι υιοθεσίας με.

Διάσωσον από κινδύνων τους δούλους σου Χρυσολόγε, ότι σε εν πειρασμοίς αεί προβαλλόμεθα, μεσίτην προς τον Θεό και Σωτήρα.

Επίβλεψον εν ευμενεία, Πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.


Αίτησις και το Κάθισμα

Ήχος β΄. Πρεσβεία θερμή
Πολλοίς εν δεινοίς, κυκλούμενοι οι δούλοι σου, προς σε τον ημών, προστάτην καταφεύγομεν, Ιωάννη θείε Χρυσόστομε, δράμε πρόσπεσον Χριστώ τω Θεώ, και ίλεων αυτόν ημίν ποίησον.


Ωδή δ΄. Συ μου ισχύς Κύριε.
Της προσευχής, της νοεράς συ διδάσκαλος, ανεδείχθης, όθεν καταξίωσον, ημάς πνοήν φως και ηδονήν, γλυκυτάτην θέρμην, το Ιησού έχει όνομα, και μελετάν απαύστως, εν καρδία και λέγειν, Ιησού, Ιησού μου γλυκύτατε.

Εκριζωτής, φιλαργυρίας μεν γέγονας, του δ’ ελέους, φυτοκόμος άριστος, διό σοφέ, των ψυχών ημών, την φιλαργυρίαν εκρίζωσον και εμφύτευσον, την ελεημοσύνην, προς τους πένητας πάντας, την Θεώ ομοιούσαν τον άνθρωπον.

Λόγοι οι σοι, κηρία μέλιτος πέλουσι, και αι βίβλοι, σου θείε Χρυσόστομε, μάνα υπάρχουσι γλυκασμού, ξύλον ζωής θείας, και ύδωρ όντως νεκρέγερτον, εν αις αξίωσόν με, εντρυφάν αεννάως, και ζωήν την αθάνατον δρέπεσθαι.

Σου το γλυκύ, και θείον όνομα Δέσποινα, φως υπάρχει, του νοός και έλλαμψις, έρως ψυχής, γλώττης γλυκασμός, διό κολληθήτω, εμή πνοή τούτο δέομαι, και χείλη μου ψαλλέτω, και καρδία βοάτω, Μαριάμ, Μαριάμ αειπάρθενε.


Ωδή ε΄. Ίνα τι με απώσω.
Ο λαμπρός εωσφόρος, ο χρυσοφανής και χρυσαυγίζων ήλιος, ο χρυσός ακτίσι, των χρυσεών σου λόγων την σύμπασαν, καταυγάσας κτίσιν, σκότος καταύγασον νοός μου, ίνα κάλλη τα θεία φαντάζηται.

Ώσπερ άγγελος άλλος, επί γης εβίωσας πάτερ Χρυσόστομε, καν διά την σάρκα, των αγγέλων βραχύ τι ηλάττωσαι, όθεν τους το σχήμα, ημάς φορούντας των αγγέλων, τους αγγέλους μιμείσθαι ενίσχυσον.

Πειρασμών τας νιφάδας, συ υπέμεινας Πάτερ ως πύργος άσειστος, θλίψεις εξορίας, αλλ’ ευχαίς σου ημάς ενδυνάμωσον, υπομένειν πάντας τους πειρασμούς επερχομένους, εκ δαιμόνων ανθρώπων και φύσεως.

Ομβροτόκον νεφέλην, σε ο επουράνιος όμβρος ανέδειξε, Παναγία Κόρη, επομβρίζουσαν χάριτας άπασιν, όθεν δέομαί σου, τη σκληροτάτη μου καρδία, κατανύξεως δάκρυα όμβρισον.


Ωδή ς΄. Την δέησιν εκχεώ προς Κύριον.
Ως έσωσας, Ιωάννη άπειρα, βροτών πλήθη τοις παγχρύσοις σου λόγοις, ούτως ημάς, προσβολής από πάσης, του διαβόλου ευχαίς σου ρυσάμενος, οψώνιον ως εκλεκτόν, τω Χριστώ σεσωσμένους προσάγαγε.

Ως έκτεινας βροτοκτόνον λέοντα, του Σταυρού τω αηττήτω σημείω, ούτως ημών, τον θυμόν κτείνον Πάτερ, κατά του πέλας δεινώς ωρυόμενον, και φθόνον τον ψυχοβλαβή, ος του φόνου Πατήρ ονομάζεται.

Ιάτρευσον ασθενείας σώματος και του πνεύματος ημών Χρυσολόγε, συ γαρ πολλών, ιατρός ανεδείχθης, ζων και θανών χειρουργία της Χάριτος, εντεύθεν και θαυματουργός, Ιωάννη εκλήθης αοίδιμε.

Υπάρξασα, φλογοφόρον όχημα, και λαβίς ανθρακοφόρος Παρθένε, τον της ψυχής, της εμής ρύπον φλέξον, και κατακρίσεως κάθαρον χείλη μου, ως αν σε γλώττη καθαρά, και καρδία γεραίρω Πανύμνητε.

Διάσωσον από κινδύνων τους δούλους σου Χρυσολόγε, ότι σε εν πειρασμοίς αεί προβαλλόμεθα, μεσίτην προς τον Θεόν και Σωτήρα.

Άχραντε η δια λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.


Αίτησις και το Κοντάκιον

Ήχος δ΄. Προστασία των χριστιανών.
Ιατρέ της ψυχής και του σώματος άμισθε, των εν ζάλη λιμήν γαληνέ και αχείμαστε, Ιωάννη θείε Χρυσόστομε, τους δούλους σου ημάς, σπεύσον θεράπευσον ταχύ, τους κατ’ άμφω ασθενείς, προς σε γαρ καταφεύγομεν, πράϋνον τρικυμίας, στήσον τας καταιγίδας, των επερχομένων δεινών, Χρυσολόγε τη ποίμνη σου.


Προκείμενον, Ήχος δ΄.
Το στόμα μου λαλήσει σοφίαν και η μελέτη της καρδίας μου σύνεσιν.
Στιχ. Ακούσατε ταύτα πάντα τα έθνη.

Ε Υ Α Γ Γ Ε Λ Ι Ο Ν

Εκ του κατά Ιωάννην (ι’. 1-9)
Είπεν ο Κύριος ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ο κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· Ο μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ο δἑ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα σοι Κύριε δόξα σοι.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι
Ταις του Χρυσοστόμου πρεσβαίαις Ελεήμων, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και νυν και αει και εις τους αιώνας των αιώνων, Αμήν.
Ταις της Θεοτόκου, πρεσβαίαις Ελεήμων, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στιχ. Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.

Ήχος πλ.β΄. Όλην αποθέμενοι.
Ουρανέ χρυσόμορφε, Χριστόν ως ήλιον έχων, και αρετάς κύκλωθεν, ως αστέρας λάμποντας νέε Πρόδρομε, των Γραφών θάλασσα, μετανοίας κήρυξ, μετά Παύλον Παύλε δεύτερε, στόμα της Χάριτος, και βυθέ σοφίας βαθύτατε, Χρυσόστομε μακάριε, σε από ψυχής ικετεύομεν, πρόφθασον και ρύσαι, ημάς από παντοίων πειρασμών, και σωτηρίας αξίωσον, θείαις μεσιτείαις σου.


Ωδή ζ΄. Οι εκ της Ιουδαίας.
Ως χρυσήλατος σάλπιγξ, η τιμία σου γλώσσα Πάτερ σαλπίσασα, ανέστησε κειμένους, εν τάφοις αμελείας, ης καμέ εξανάστησον, και προθυμίαν θερμήν εν τοις καλοίς μοι δίδου.

Πατήρ ώφθης Πατέρων διδασκάλων διδάσκαλος χρυσεπώνυμε διό σους νεωκόρους, ημάς ως μαθητάς σου, και υιούς διαφύλαττε, από παντός λύπηρού, και βλάβης του Βελίαρ.

Πλουσίος ει τρισμάκαρ, ως χρυσούν έχων στόμα χρυσήν καρδίαν τε κεχρυσωμένος όλος, διό τους πενομένους, καλοίς ημάς πλούτισον, της θεωρίας ομού, και πράξεως τω πλούτω.

Κόσμος ει δύο κόσμων, θεοκόσμητε Κόρη διό την άκοσμον, ψυχήν μου εν αγάπη, χαρά και υπακοή τε, και πρότητι κόσμησον, και ουρανίου τυχείν, αξίωσόν με κόσμου.


Ωδή η΄. Τον εν όρει αγίω δοξασθέντα.
Λύρα ώφθης Πατρός Υιού κιθάρα, Παρακλήτου ψαλτήριον θεόφρον, διό καμέ της υπερθέου ποίησον, όργανον Τριάδος, ταις προς την Τριάδα ενθέοις σου πρεσβείαις.

Έμπνους οίκος, τας αρετάς απάσας, περιέχων εφάνης Ιωάννη, διό καμέ οίκον σεπτόν ανάδειξον, αρετών ευχαίς σου, και πασών εργάτην των εντολών Κυρίου.

Πυρός στύλος, γενού μοι Χρυσολόγε, και δροσώδης και σκιερά νέφελη, λιποψυχούντα βίου περιστάσεσιν, αναψύχων Πάτερ, και καθοδηγών με εις γην επαγγελίας.

Ίδοιμί σε ΘεόνυμφεΜαρία, εν τη ώρα θανάτουρυομένην, ψυχήν εμήν χειρός δαιμόνων Άχραντε, ίνα τελωνάρχας, τους εν τω αέρι, διέλθω ακολύτως.


Ωδή θ΄. Εξέστη επί τούτω ο ουρανός.
Διδάσκαλος εφάνης μελισταγής, παρθενίας Χρυσόστομε όσιε, όθεν ημάς, Πάτερ ταις αγρύπνοις σου προσευχαίς, εν παρθενία φύλαξον, ψυχής τε και σώματος και νοός, πασών αισθήσεών τε, δι’ ων της παρθενίας, το θείον κάλλος διαφθείρεται.

Ως έχων παρρησίαν προς τον Θεόν, Ιωάννη Χρυσόστομε πρέσβευε, όπως ημείς, πάσας υποσχέσεις τας φοβεράς, φυλάξαι δυνηθείημεν, ώσπερ υπεσχέθημεν τω Χριστώ, ενώπιον Αγγέλων, ενώπιον Αγίων, ότε το Σχήμα ενεδύθημεν.

Προσδέχου χαριστήριον ως βραχύ, την παρούσαν ωδήν χρυσεπώνυμε, ανθ’ ων ημάς, σκέπεις περιθάλπεις και προνοείς, και αμοιβήν κατάπεμψον, τας δραστικωτάτας σου προσευχάς, δι’ ων πυρός γεέννης λύτρωσαι ημάς Πάτερ, και Βασιλείας καταξίωσον.

Παράκλησιν προβάλλομεν προς Θεόν, σε Παρθένε οι δούλοι σου άπαντες, όθεν Αγνή, δέησιν προσάγαγε σω Υιώ, Πατρί τε και τω Πνεύματι τω ενί των πάντων Δημιουργώ, Τριάδι τη Αγία, ίνα ημάς οικείρη, και πάντας σώση κόσμου σώτειρα.

Άξιον εστιν ως αληθώς μακαρίζειν Σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών.

Την τιμιωτέραν των Χερουβίμ, και ενδοξοτέραν ασυγκρίτως των Σερουφείμ, την αδιαφθόρως, Θεόν Λόγον τεκούσαν. την όντως Θεοτόκον, Σε μεγαλύνομεν.

Και τα Μεγαλυνάρια

Χαίροις οικουμένης θείε φωστήρ, ιεραρχών δόξα, διδασκάλων η κορωνίς, ρήτωρ των ρητόρων, και ποιμήν των ποιμένων, κλέος των θεολόγων, Πάτερ Χρυσόστομε.

Χαίροις ο χρυσόρειθρος ποταμός, ο την οικουμένην, καταρδέυων νάμα χρυσούν, χαίροις ο την γλώτταν χρυσούς και την καρδίαν, Χρυσόστομε τρισμάκαρ, πατριαρχών η κρηπίς.

Θείας ευσπλαγχνίας εγγυητά, Χρυσόστομε Πάτερ, και απάντων αμαρτωλών, η παρηγορία, και των χηρών προστάτα, και πλουτιστά πενήτων, σκέπε τους δούλους σου.

Νυμφικόν ως κόσμον τη του Χριστού, Εκκλησία Μάκαρ, καταλέλοιπας τας χρυσάς και θείας σου βίβλους, ως πολυτίμους λίθους, ως ψέλλια χλιδώνας και περιδέραια.

Νείλον χρυσορρόαν, και Πακτωλόν, Χρυσοδίνην Πάτερ, σε γινώσκομεν αληθώς, ουκ Αίγυπτον μόνην, αλλ’ άπασαν την κτίσιν, αρδεύοντα τοις ρείθροις, των θείων λόγων σου.

Ποίμανον εις πόας ανθοποιούς, εις νομάς δροσώδεις, εις λειμώνας τους ζωηρούς, εις τόπον της χλόης, και εις πηγάς υδάτων, Χρυσόστομε τρισμάκαρ, ημάς τους δούλους σου.

Ρείθρον αναβλύζει μελισταγές, η γλώσσα σου Πάτερ, κατανύξεως ηδύ, γλεύκος αποστάζει, το χρύσεόν σου στόμα, και πόμα νεκταρώδες, κιρνά τα χείλη σου.

Έχοντες ναόν σου τον ιερόν, τούτον Χρυσολόγε, ως προπύργιον νοητόν, προσφεύγομεν τούτω, εν ώρα των κινδύνων, και επηρείας πάσης απολυτρούμεθα.

Αίτησαι ειρήνην παρά Θεού, ομόνοιαν σκέπη, μέχρι τέλους υπομονήν, ψυχών σωτηρίαν, ημίν τοις σοις ικέταις, εις δόξαν του Κυρίου θείε Χρυσόστομε.

Πάσαι των αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι Πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

Άγιος ο Θεός, άγιος Ισχυρός, άγιος Αθάνατος ελέησον ημάς (γ΄).

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Παναγία Τριάς, ελέησον ημάς. Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν. Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών ένεκεν του ονόματός σου. Κύριε, ελέησον. Κύριε ελήσον. Κύριε ελέησον.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων.

Πάτερ ημών ο εν τοις ουρανοίς αγιασθήτω το όνομά σου . Ελθέτω η βασιλεία σου. Γεννηθήτω το θέλημά σου, ως εν ουρανώ και επίτης γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον. Και άφες ημίν τα οφειλήματα ημών ως και ημείς αφίεμεν τοις οφειλέταις ημών. Και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.

Ότι σου εστιν η βασιλεία και η δύναμις και η δόξα του Πατρός και του Υιού και του Αγίου Πνεύματος , νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.


Απολυτίκιον. Ήχος δ’.
Η του στόματός σου καθάπερ χρυσός εκλάμψασα χάρις, την οικουμένην εφώτισεν. αφιλαργυρίας τω κόσμω θησαυρούς εναπέθετο. το ύψος ημίν της ταπεινοφροσύνης υπέδειξεν. Αλλά σοις λόγοις παιδεύων, Πάτερ Ιωάννη Χρυσόστομε, πρέσβευε τω Λόγω Χριστώ τω Θεώ, σωθήναι τας ψυχάς ημών.


Ήχος β’. Ότε εκ του ξύλου
Θείε Ιεράρχα του Χριστού, πάνσοφε Χρυσόστομε Πάτερ, φωστήρ παγκόσμιε, πάσης απολύτρωσαι, βλάβης και θλίψεως, ορατών αοράτων τε εχθρών και παντοίων, νόσων ελευθέρωσον, ψυχής και σώματος, τους την ιεράν σου εικόνα, κατασπαζομένους εν πίστει, ημάς και τιμώντας το σον όνομα.

Δέσποινα πρόσδεξαι τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού φύλαξόν με υπό την σκέπην σου.

Δι’ ευχών των αγίων πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός ημών, ελέησον και σώσον ημάς. Αμήν!

1 σχόλιο:

  1. καλα θα ηταν να υπηρχε σε καθε παρακληση και σε ηχο να μπορω νατον ακουω και οταν κανω της δουλειες μου σας ΕΥΧΑΡΙΣΤΩ..ΤΑΤΙΑΝΗ

    ΑπάντησηΔιαγραφή

Στηρίξτε......