Παρασκευή, 19 Αυγούστου 2011

Άγιος Νικόδημος ο Αγιορείτης: Θεοτοκάριον (Παρασκευή εσπέρας - Ήχος πλ. Δ΄)




ΚΑΝΩΝ 

ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΦΩΤΙΟΥ.


Οὖ ἡ ἀκροστιχίς. 

«Ταύτῃ και ἡ δέησις ὀγδόη πρέπει· Φωτίου».



Ὠδή α'. Ἦχος πλ δ'. Ὑγράν διοδεύσας
Τό στόμα μου πλήρωσον γλυκασμοῦ, τοῦ θείου σου Κόρη, καί κατάλαμψόν μου τόν νοῦν, ὅπως ἀνυμνῶ καί μεγαλύνω, τῶν οἰκτιρμῶν σου τό ἄπειρον πέλαγος.

Ἀσθενοῦσαν πάθεσι χαλεποῖς, τήν πολυπαθῆ μου καί οἰκτράν καί βαρυαλγῆ, καρδίαν ἰάτρευσον Παρθένε, τόν ἰατρόν τῶν ψυχῶν ἡ γεννήσασα.

Ὑπέρτερον δεῖξόν με ἡδονῶν, σαρκικῶν τε καί μερίμνων βιοτικῶν, τῶν ἄνω ταγμάτων ὑπερτέρα, καί λαμπροτέρα ἡλίου Θεόνυμφε.

Τήν εὐλογημένην ἐν γυναιξί, καί δεδοξασμένην, ἱκετεύω σε τῆς φωνῆς, τῆς εὐλογημένης ἐπακοῦσαι, τοῦ σοῦ Υἱοῦ, καί τῆς δόξης αὐτοῦ με τυχεῖν.


Ὠδή γ'. Οὐρανίας ἁψίδος.
Ἡ περίδοξος πόλις, καί λογική Δέσποινα, τοῦ παμβασιλέως δυσώπει Θεοχαρίτωτε, τῆς ἄνω πόλεως οἰκήτορά με γενέσθαι, καί μή καταισχύνῃς με τῆς προσδοκίας μου.

Καταφύγιον κόσμου, Χριστιανῶν καύχημα, σκέπη καί ἀντίληψις πάντων τῶν ἐλπιζόντων εἰς σέ, τόν πεποιθότα σοι· μή οὖν κᾀμέ ὑπερίδῃς, ἀλλά τῷ ἐλέει σου Δέσποινα σῶσόν με.

Ἀπορία καί γνόφος, καί λογισμῶν σύγχυσις, τούς τόν ἀνερμήνευτον τόκον σου ἑρμηνεύοντας, καλύπτει Δέσποινα, ὅν Μωϋσῆς γάρ προεῖδε, γνόφῳ καλυπτόμενος, τοῦτον ἐγέννησας.

Ἱεροῦ παραδείσου, καί ζωηροῦ χώρου με, βρώσει δελεάσας δολίᾳ, ὄφις ὁ δόλιος, μακράν ἐξώρισε, καί τῆς φθορᾶς τό χωρίον, τῆς Ἐδέμ ἀλλάξασθαι, φθόνῳ παράπεισεν.


Ὠδή δ'. Εἰσακήκοα Κύριε.
Ἡ κοιλία σου ἄχραντε, εὐρυχωροτέρα οὐρανῶν γέγονε, τόν ἀχώρητον χωρήσασα· ὅν δυσώπει σῶσαι τούς ὑμνοῦντάς σε.

Δωρεάν με ἐλέησον, νόσων τε παντοίων Κόρη ἀπάλλαξον, καί κολάσεως ἐξάρπασον, ἡ καταφυγή καί προστασία μου.

Ἐπί σοι ἀνατίθημι, πᾶσαν προσδοκίαν τῆς σωτηρίας μου, καί τοῦ βίου τήν κυβέρνησιν, κεχαριτωμένη ἀειπάρθενε.

Ἡ ἐλπίς μου καί καύχημα, ἡ καταφυγή ζωῆς καί ἀντίληψις, προστασία καί παράκλησις, σύ ὐπάρχεις Κόρη πανσεβάσμιε.

Ὠδή ε'. Ὀρθρίζοντες.
Σωτῆρα καί φιλάνθρωπον Κύριον ἡ τεκοῦσα, τῇ φιλανθρωπία σου, και τῆς σωτηρίας τρίβον μοι γνώρισον.

Ἱλέω σου ἐν ὄμματι Δέσποινα Θεοτόκε, ἐπί τήν ταπείνωσιν, τήν ἐμήν ἴδε καί σῶσόν με.

Στεφάνωσον ὡς ὅπλω Πανύμνητε εὐδοκίας ἐν τῇ θείᾳ σκέπῃ σου, τήν κεφαλήν μου φρουροῦσα με.

Ὁ Ὕψιστος σαρκοῦται ἐν μήτρα σου, καί γεννᾶται Θεοτόκε ἄχραντε, καί κανουργεῖ τό ἀνθρώπινον.


Ὠδή στ'. Χιτῶνά μοι παράσχου.
Γαλήνης ἡ κυήσασα Χριστόν, τόν αἴτιον Δέσποινα, τόν ἄγριον κλύδωνα, τῶν παθῶν μου δυσωπῶ σε ἡμέρωσον.

Δραμεῖν Θεοῦ ὁδόν τῶν ἐντολῶν, τήν ἐστενωμένην μου καρδίαν τοῖς πάθεσι, πλατυτέρα οὐρανῶν Κόρη πλάτυνον.

Οὐ κέκτημαι δακρύων ὀχετούς, ἵνα ἀποπλύνω μου τά ἄπειρα πταίσματα, ταῖς πρεσβείαις σου, ἁγνή τούτων ρῦσαί με.

Ἡ Μήτηρ τοῦ Ὑψίστου προσλαβοῦ, ἐκ πολλῶν ὑδάτων με παθῶν εἰς μετάνοιαν, ἀποστείλασα, ἐξ ὕψους τήν χάριν σου.


Κάθισμα. Ἦχος πλ. δ'.Την σοφίαν και Λόγον.
Ἡ νεφέλη ἡλίου τοῦ νοητοῦ, τοῦ νοός μου τά νέφη τά σκοτεινά, διάλυσον Δέσποινα, τῷ φωτί τοῦ προσώπου σου, καί μετανοίας φέγγει, τά ὄμματα φώτισον, τῆς ζοφερᾶς ψυχῆς μου, παθῶν ἀμαυρότησι, τά πεπηρωμένα, καί τυφλώττοντα πάντῃ, τῶν φαύλων μου πράξεων, θολεραῖς ἐπιχύσεσιν, ἵνα πόθῳ κραυγάζω σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τήν ἄφεσιν· σέ γάρ ἔχω ἐλπίδα ὁ ἀνάξιος δοῦλός σου.


Ὠδή ζ'. Παῖδες Ἑβραίων.
Πίστει καί πόθῳ σοι προστρέχω, τῶν πταισμάτων ταῖς σειραῖς κατεσφιγμένος, διά σπλάγχνα ἐλέους, λῦσόν με βοῶντα, εὐλογημένος Πάναγνε, ὁ καρπός τῆς σῆς κοιλίας.

Ρεῖθρον ἰάσεώς μοι βλῦσον, καί κατάσβεσον τήν κάμινον Παρθένε, ἡδονῶν καί παθῶν, πταισμάτων τε καί νόσων, σύ γάρ πηγή βλυστάνουσα, ζωῆς θείας γλυκύ ρεῖθρον.

Ἔλαφος διατετρωμένος, Παναμώμητε βολίσιν ἰοβόλοις, τοῦ ἐλέους τοῦ σοῦ, διψῶ πιεῖν ρανίδα, ὡς τόν ἰόν ἐκκρούσωμαι, τόν ποτέ θανατηφόρον.

Πᾶσαν εἰς σέ τήν προσδοκίαν, ἀνατίθημι Παρθένε τῆς ζωῆς μου, μή παρίδῃς διό, ἀλλ' οἴκτειρον καί σῶσον, καί τῆς ἐκεῖ με λύτρωσαι, αἰωνίου καταδίκης.


Ὠδή η'. Τον βασιλέα τῶν οὐρανῶν.
Ἐv τῇ νηδύϊ σου τόν πρό σοῦ συλλαβοῦσα, Θεομήτορ ἄχραντε Μαρία, τέτοκας ἀφράστως, Χριστόν τόν βασιλέα.

Ἵνα δοξάζω καί προσκυνῶ μετά δέους, σοῦ τό πάνσεπτον ὄνομα Κόρη, θλίψεώς με πάσης, ἐκλύτρωσαι καί βλάβης.

Φέρεις ὡς βρέφος, ἐν ταῖς ἁγίαις χερσί σου, τόν τά πάντα φέροντα τῷ λόγω· ὅθεν σύν αὐτῷ σε, ὑμνοῦμεν εἰς αἰῶνας.

Ὡς ἀσφαλῆ σε, ἐλπίδα μόνην κατέχων, καθικετεύω, ἁμαρτιῶν καί κινδύνων, ἄχραντε Μαρία, ἐκλύτρωσαί με τάχει.

Αἰνοῦμεν. Ὁ Εἰρμός.
«Τόν Βασιλέα, τῶν οὐρανῶν ὅν ὑμνοῦσι, στρατιαί τῶν Ἀγγέλων ὑμνεῖτε, καί ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας».


Ὠδή θ'. Κυρίως Θεοτόκον.
Τούς σούς οἰκτρούς ἱκέτας, οἰκτείρησον Παρθένε, ἀνιαροῦ τε παντός ἐλευθέρωσον, ἐπιφοράς ἐπιούσας ἀναχαιτίζουσα.

Ἱλάσθητι Σωτήρ μου, πᾶσι τοῖς τιμῶσι, τήν ὑπερένδοξον ὅντως Μητέρα σου, καί παραδείσου τῆς δόξης, δεῖξόν οἰκήτορας.

Ὁδόν κακίας πᾶσης, ἔδραμον εὐτόνως, τῶν ἀρετῶν τήν ὁδόν δε παρέδραμον· ὁδόν μοι γνώρισον Κόρη, ἐν ᾖ πορεύσομαι.

Ὕμνον σοι τελευταῖον, πρῶτόν τε καί μέσον, τοῦ Ἀρχαγγέλου τό χαῖρε προσφέρω σεμνή· σοι γάρ κατάλληλον ἄλλον εὑρεῖν οὐ δύναμαι.

Προσόμοια. Ἦχος πλ. δ'. Ὤ τοῦ παραδόξου.
Χαῖρε θανάτου καθαίρεσις, Παρθενομήτορ ἁγνή, χαῖρε ᾅδου ἡ νέκρωσις, τοῦ Ἀδάμ ἡ ἔγερσις, καί τῆς Εὔας ἡ λύτρωσις, χαῖρε Μαρτύρων σθένος ἀνίκητον, χαῖρε Ὅσίων, στολή Θεότευκτος, χαῖρε διάσωσμα, κόσμου Παναμώμητε, χαῖρε χαρά, πάντων τῶν ἐν θλίψεσι, συνεχομένων σεμνή.

Χαῖρε τό ἄνθος τῆς πίστεως, χαῖρε βροτῶν ἡ ἐλπίς, χαῖρε τεῖχος ἀκράδαντον, χαῖρε πόλις ἔμψυχε, τοῦ Δεσπότου τῆς κτίσεως, τό τῶν μητέρων χαῖρε ὡράϊσμα, καί τῶν παρθένων κάλλος παμπόθητον, χαῖρε πανθαύμαστον, οἰκουμένης καύχημα, χαῖρε Θεοῦ, θεῖον ἐνδιαίτημα, χαῖρε Θεόνυμφε.

Χαῖρε ἁπάντων ἐπίλογε, τῶν λόγων Κόρη σεμνή, πάσης βίβλου τελείωσις, παλαιᾶς καί νέας τε, μελῳδῶν τό συμπέρασμα, στοιχεῖον πάντων, γραμμάτων κρύφιον, Ἄλφα Ὠμέγα, ἀρχή καί τέλος τε, μετά τόν τόκον σου, σύ ὑπάρχεις Δέσποινα ὅθεν τῇ σῇ, δυνάμει τά ᾄσματα, ταῦτα τετέλεσται.

Πρόσδεξαι τοῦτον τόν πόνον μου, τόν εὐτελῆ ἀγαθή, ὅν ἐγώ σοι, προσέφερον ἀσθενείᾳ σώματος, καί σῷ πόθῳ κρατούμενος, τοῦ πόθου ταύτην ὑπερνικήσαντος, καί σωτηρίας με καταξίωσον, ἵνα τόν ὕστατον, καί μέσον καί πρῶτόν τε, ὕμνον ἁγνή, τοῦ Ἀγγέλου κράζω σοι, χαῖρε ἡ μήτηρ Θεοῦ.

Τῷ συντελεστῇ τῶν καλῶν. 
Θεῷ χάρις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Στηρίξτε......