Δευτέρα, 29 Αυγούστου 2011

Χαιρετιστήριοι οίκοι εις τον Μέγαν Βαπτιστήν και Πρόδρομον του Σωτήρος Άγιον Ιωάννην

Κοντάκιον. Ήχος πλ. δ'. Τη υπερμάχω.
Ως του Σωτήρος Βαπτιστήν και θείον Πρόδρομον
Και των Αγίων πάντων πρόκριτον και μείζονα
Ανυμνούμέν σε μακάριε Ιωάννη.
Αλλ' ως κήρυξ μετανοίας μεγαλόφωνος
Μετανοίας τω φωτί ημάς καταύγασον
Τους βοώντας σοι, χαίροις μέγιστε Πρόδρομε.

Άγγελος εν τω κόσμω, ως βροτών πάντων μείζων, εδείχθης Βαπτιστά Ιωάννη, (εκ γ΄) και παρέχεις άπασιν ημίν, την σην πλουσίαν εν πάσιν αντίληψιν διο το μεγαλείόν σου, θαυμάζοντες αναβοώμεν·


Χαίρε δι' ου η Τριάς μυείται· 
χαίρε δι' ου ο Σατάν σοβείται.
Χαίρε Ζαχαρίου χαρά υπερκόσμιος· 
χαίρε Ελισάβετ βλαστός θεοδώρητος.
Χαίρε ύψος δυσαντίβλεπτον αρετών υπερφυών· 
χαίρε βάθος πολυθρύλητον δωρημάτων θεϊκών.
Χαίρε ότι υπάρχεις των Αγίων ακρότης· 
χαίρε ότι τυγχάνεις Προφητών ωραιότης.
Χαίρε Χριστού Προφήτης και Πρόδρομος· 
χαίρε παθών απάντων ανώτερος.
Χαίρε δι' ου ο Χριστός εβαπτίσθη· 
χαίρε δι' ου ο εχθρός εμισήθη.
Χαίροις μέγιστε Πρόδρομε.


Βλέψας ο Ζαχαρίας, Ιωάννη Προφήτα, θυμιών εν τω ναώ Κυρίου, τον Άγγελον Θεού Γαβριήλ, παρ' αυτού την σην γέννησιν μεμύηται· αλλ' απιστήσας το πρότερον, είτα λαλήσας ανεβόα·
Αλληλούϊα.

Γεννηθείς εκ της στείρας, Ιωάννης ο πάνυ, έλυσε πατρός την αφωνίαν, και χαράς πάσαν την Ορεινήν, έπλησεν ως των κρειττόνων προάγγελος· διο συν τω Ζαχαρία τούτω άπαντες ανεβόων·

Χαίρε η λύσις της αφωνίας· 
χαίρε η λήξις της αθυμίας.
Χαίρε των μελλόντων καλών ο προάγγελος· 
χαίρε χαρισμάτων των θείων ανάπλεως.
Χαίρε δένδρον το κατάκαρπον επιπνοίας θεϊκής· 
χαίρε φοίνιξ ο υψίκομος χάριτος Προφητικής.
Χαίρε ότι προήλθες παραδόξως εκ στείρας· 
χαίρε ότι προλάμπεις φως ζωής της αγίας. 
Χαίρε βλαστός της θείας χρηστότητος· 
χαίρε κρατήρ Θεού αγαθότητος.
Χαίρε Χριστού προαγγέλλων τον τόκον· 
χαίρε παθών διαλύων τον ζόφον.
Χαίροις μέγιστε Πρόδρομε.


Δύναμιν εν ερήμω, άνωθεν ενεδύσω, οικήσας εν αυτή από βρέφους, ως πέφευγας μετά της μητρός, την του Ηρώδου φρικτήν βρεφοκτονίαν· διο και πόθω έψαλλες, ως άγγελος Θεώ Προφήτα·
Αλληλούϊα.


Ερημον κατοικήσας, από βρέφους Προφήτα, ισάγγελος εν πάσιν εδείχθης, και νόμου σφραγίς και Προφητών, και απαρχή της νέας Χριστού χάριτος· διό καθάπερ άγγελον, υμνούμέν σε πόθω βοώντες·

Χαίρε το θρέμμα το της έρημου·
χαίρε ο φίλος ο του Κυρίου.
Χαίρε Προφητών και του νόμου εκσφράγισμα· 
χαίρε δωρεών θεοσδότων θησαύρισμα.
Χαίρε άγγελος εν σώματι ως Αγγέλων μιμητής·
χαίρε άσαρκος εν σκάμμασιν ως θεόφρων ασκητής.
Χαίρε ότι Κυρίου προκηρύττεις την χάριν·
χαίρε ότι κινδύνων κατευνάζεις την ζάλην.
Χαίρε αστήρ της χάριτος μέγιστος·
χαίρε φωστήρ του Πνεύματος έκλαμπρος.
Χαίρε Θεού μυστηρίων επόπτα·
χαίρε κλεινέ Βαπτιστά και θεόπτα.
χαίροις μέγιστε Πρόδρομε.


Ζων ζωήν την αγίαν, εν ερήμω Προφήτα, εξέβης τους της φύσεως όρους· ακρίδας γαρ είχες ως τροφήν, και μέλι άγριον στερρώ φρονήματι· τω γλυκασμώ τω θείω γαρ, ενετρύφας Θεώ κραυγάζων·
Αλληλούϊα.


Ημφιέννυσο τρίχας, της καμήλου Προφήτα, και ζώνην την οσφύν δερμάτινην, και πάσιν εκήρυττες βοών· Μετανοείτε, ο Χριστός γαρ ήγγικε, ζωήν πάσι δωρούμενος· διό σοι πάντες εκβοώμεν·

Χαίρε ο κήρυξ της μετανοίας·
χαίρε ο ρύστης της απονοίας.
Χαίρε των Αγγέλων τον βίον μιμούμενος·
χαίρε των μελλόντων την γνώσιν τυπούμενος.
Χαίρε ρήτωρ μεγαλόφωνος βασιλείας ουρανών· 
χαίρε γλώσσα θεοκίνητος απορρήτων αγαθών. 
Χαίρε ο εν νηδύϊ τον Χριστόν προσκυνήσας· 
χαίρε ο τοις ανθρώποις τούτον καθυποδείξας. 
Χαίρε Χριστού θεόπνευστον όργανον· 
χαίρε ψυχών εκπλύνων τον βόρβορον. 
Χαίρε χρησμόν δεδεγμένος θεόθεν· 
χαίρε ημών προστατεύων υψόθεν·
χαίροις μέγιστε Πρόδρομε.

Θείον ρήμα εδέξω, εκ Θεού εν ερήμω, και ελήλυθας πάσι κηρύττων, βάπτισμα μετανοίας σοφέ, εν τη του Ιορδάνου περιχώρω· και πάντες σοι προσήρχοντο, και εβαπτίζοντο βοώντες·
Αλληλούϊα.


Ιησούν τον Σωτήρα, τοις λαοίς εν ερήμω, υπέδειξας Προφήτα κραυγάζων· Ίδε ο αμνός του Θεού, ο τα του κόσμου αίρων αμαρτήματα· διό το υπεραίρόν σου αξίωμα υμνούντες βοώμεν·

Χαίρε ο άϋλος εν τη όλη·
χαίρε ο άσαρκος εν ασκήσει.
Χαίρε μυστηρίων των θείων διάκονε·
χαίρε μετανοίας αγίας διδάσκαλε.
Χαίρε ρείθρον διειδέστατον οικτιρμών των θεϊκών·
χαίρε σκεύος χρυσοκόλλητον αρετών ασκητικών.
Χαίρε ότι κηρύττεις τοις λαοίς σωτηρίαν·
χαίρε ότι παρέχεις ζωτικήν χορηγίαν.
Χαίρε Χριστού κηρύξας την σάρκωσιν·
χαίρε λαοίς εκφήνας την άφεσιν.
Χαίρε φωτός ουρανίου δοχείον·
χαίρε πολλών χαρισμάτων ταμείον·
χαίροις μέγιστε Πρόδρομε.


Κήρυξ προαπεστάλης, ως φησιν ο Προφήτης, ελεύσεως ημίν του Σωτήρος, ον και βαπτίσας σωματικώς, εν τοις του Ιορδάνου θείοις νάμασιν, Ιωάννη πολλής χάριτος, ηξιώθης ανακράζων·
Αλληλούϊα.


Λάμπων τη πολιτεία, ηξιώθης βαπτίσαι, Χριστόν εν Ιορδάνη Προφήτα, και φωνής ήκουσας Πατρικής, και ως περιστεράν Πνεύμα το Άγιον, επ' αυτόν εώρακας· διό σοι πάντες αναβοώμεν·

Χαίρε θεάμων των αθεάτων· 
χαίρε επόπτα ξένων πραγμάτων.
Χαίρε ο βαπτίσας Χριστόν εν τοις ύδασι·
χαίρε ο φωτίσας ημάς θείοις ρήμασι.
Χαίρε ότι φωνής ήκουσας ουρανόθεν Πατρικής·
χαίρε ότι κατηξίωσαι όψεως θεαρχικής.
Χαίρε ο κατοπτεύσας το Πανάγιον Πνεύμα·
χαίρε ο κατακλύσας το ολέθριον ρεύμα.
Χαίρε ιδών τα πάσιν αθέατα·
χαίρε ορών βροτοίς τα ανέφικτα.
Χαίρε Προφήτα ο μείζων απάντων·
χαίρε ανθρώπων αλγήματα παύων·
Χαίροις μέγιστε Πρόδρομε.


Μέγας εν τοις Αγίοις, ως υπέρτερος πάντων, βροτών εν γεννητοίς Ιωάννη, εδείχθης, ω χαρίτων των σών! τίς γαρ άλλος ολβιώτερος πέφηνε, πλην σου ω πανθαύμαστε; Χριστόν γαρ εβάπτισας κράζων·
Αλληλούϊα.


Νόμου προκινδυνεύων, ήλεγχες Ιωάννη, Ηρώδου την παράνομον πράξιν, παρ' ου εκτμηθείς την κεφαλήν, τοις εν Άδη κήρυξ Χριστού και προάγγελος, έδραμες αυτόν κηρύττων, ελευσόμενον τοις βοώσι·

Χαίρε το στόμα της παρρησίας· 
χαίρε το όμμα της συμπαθείας.
Χαίρε ο ελέγξας Ηρώδου την άνοιαν·
χαίρε ο εκτίλας των παθών την άκανθαν.
Χαίρε κήρυξ και προάγγελος τοις εν Άδη του Χριστού·
χαίρε άνθος ευωδέστατον προσταγμάτων του Θεού.
Χαίρε ότι ξηραίνεις την ιλύν αμαρτίας·
χαίρε ότι εκφαίνεις την ισχύν απαθείας.
Χαίρε πηγή ιάσεις πηγάζουσα·
χαίρε λαμπάς ημάς καταλάμπουσα.
Χαίρε Χριστόν κατιδών και βαπτίσας·
χαίρε εχθρού την απάτην εκτρίψας·
χαίροις μέγιστε Πρόδρομε.

Ξένος των εν τω κόσμω, ανεδείχθης Προφήτα, και ώφθης υπερκόσμιος όντως· τις γαρ ουκ εξίσταται εν σοί; της γαρ κορυφής ήψω του Παντάνακτος· διό την σην λαμπρότητα, αγόμενοι Χριστώ βοώμεν·
Αλληλούϊα.


Ολος λελαμπρυσμένος, όλος δεδοξασμένος, ως μέγας Βαπτιστής του Σωτήρος, πέλων Ιωάννη θαυμαστέ, εξιστάς άπαντας τοις μεγαλείοις σου, και χάριν νέμεις άφθονον, τοις ευλαβώς σοι εκβοώσι·

Χαίρε ο πάμφωτος εωσφόρος· 
χαίρε ο άνωθεν σελασφόρος. 
Χαίρε εγκράτειας εικών θεοτύπωτος· 
χαίρε απαθείας λειμών θεοφύτευτος. 
Χαίρε ήλιε πολύφωτε αρετών ασκητικών· 
χαίρε άρουρα κατάκαρπε ψυχοτρόφων αγαθών. 
Χαίρε ότι ετμήθης παρ' Ηρώδου την κάραν· 
χαίρε ότι βραβεύεις την γαλήνιον αύραν. 
Χαίρε πιστών ατίνακτον έρεισμα· 
χαίρε ημών χαρά και εδραίωμα. 
Χαίρε παθών καταστέλλων την ρύμην· 
χαίρε ψυχών θεραπεύων την λύμην·
χαίροις μέγιστε Πρόδρομε.


Πότον άσεμνον άγων, μετά των μεγιστάνων, Ηρώδης επί τοις γενεθλίοις, απέτεμε την σην κεφαλήν, μη αιδεσθείς σου το αιδέσιμον Πρόδρομε, ημείς δε σε γεραίροντες, τη Τριάδι πιστώς βοώμεν
Αλληλούϊα.


Ρείθροις των σων αιμάτων, η Χριστού Εκκλησία, την εαυτής βάψασα πορφύραν, δοξάζει τον νυμφίον Χριστόν, και σε ως νυμφοστόλον θεοτίμητον, γεραίρει θείε Πρόδρομε, και κατά χρέος εκβοά σοι·

Χαίρε ο οίκος του Παρακλήτου·
χαίρε ο Πρόδρομος του Κυρίου.
Χαίρε μυροθήκη αγνείας μυρίπνοος·
χαίρε ευσέβειας λυχνία αείφωτος.
Χαίρε φίλος οικειότατος του Παντάνακτος Χριστού·
χαίρε στύλος απερίτρεπτος του θεόφρονος λαού.
Χαίρε του Ιορδάνου αγιάσας την χώραν·
χαίρε του σαρκωθέντος μεγαλύνας την δόξαν.
Χαίρε μορφή Αγγέλοις αιδέσιμος·
χαίρε στερρός δαιμόνων αντίπαλος.
Χαίρε Χριστού την χρηστότητα φαίνων·
χαίρε χαράν ημίν άληκτον φέρων·
χαίροις μέγιστε Πρόδρομε.


Συστείλαντες το θείον, και πανάγιον σώμα, το σον οι ιεροί μαθηταί σου, κατέβηκαν εν τάφω αυτό, υμνούντες τα θείά σου προτερήματα, μεγαλώνυμε Πρόδρομε, και τω Σωτήρι ανεβόων·
Αλληλούϊα.


Την αγίαν σου κάραν, ως αγίασμα θείον, και Πνεύματος αγίαν εστίαν, φανείσαν εκ λαγόνων της γης, περικυκλούντες πιστώς προσπτυσσόμεθα, αγιασμόν λαμβάνοντες, εξ αυτής και πιστώς βοώμεν·

Χαίρε Κυρίου ο παραστάτης· 
χαίρε ο μέγας ημών προστάτης.
Χαίρε των Αγίων απάντων υπέρτερος· 
χαίρε των Οσίων Πατέρων ο όρχαμος.
Χαίρε όρος αληθέστατος παρθενίας ευαγούς· 
χαίρε λύρα θεοκίνητος κατευφραίνουσα πιστούς. 
Χαίρε ότι ιθύνεις μετανοίας προς τρίβον· 
χαίρε ότι ξηραίνεις βορβορώδες παν ρείθρον. 
Χαίρε πιστών σεπτόν αγαλλίαμα· 
χαίρε ημών το θείον εντρύφημα. 
Χαίρε σεμνών ασκητών αρχηγέτης· 
χαίρε των σων φοιτητών ποδηγέτης·
χαίροις μέγιστε Πρόδρομε.


Υψηλόν βίον έχων, ως εκ μητρός νηδύος, Ιωάννη καθηγιασμένος, εξιστάς τη ση περιωπή, τους καθορώντάς σε οιάπερ άγγελον, μετά σώματος βιούντα, και πάντες Θεώ ανεβόων·
Αλληλούϊα.


Φρίττουσι των δαιμόνων, την πλουσίαν σου χάριν, μεγαλώνυμε Προφήτα τα στίφη, οι δε πιστοί χαίρουσιν εν σοι, της θαυμαστής αρωγής σου τας χάριτας, καθ' εκάστην καρπούμενοι, και ευλαβώς σοι εκβοώμεν·

Χαίρε ο μέγας εν προστασίαις·
χαίρε ο ρύστης εν απορίαις.
Χαίρε χαρισμάτων πλουσίων συμφόρημα·
χαίρε ευσπλαγχνίας της θείας απόρροια.
Χαίρε σάλπιγξ μεγαλόφωνος οικτιρμών των θεϊκών·
χαίρε όρμος ακλυδώνιστος των εν θλίψεσι ψυχών.
Χαίρε ότι πηγάζεις γλυκασμόν σωτηρίας·
χαίρε ότι σκεδάζεις την αχλύν ραθυμίας.
Χαίρε γλυκύς και χάριτος έμπλεως·
χαίρε ημών ακοίμητος έφορος.
Χαίρε δι' ου ο Σατάν κατοιμώζει·
χαίρε δι' ου ο Σωτήρ ημάς σώζει·
χαίροις μέγιστε Πρόδρομε.


Χάριτος νέας κήρυξ, Πρόδρομε Ιωάννη, χαρίτωσον ημών τας καρδίας· σε γαρ προστάτην και βοηθόν, και προς τον Χριστόν πρεσβευτήν θερμότατον, κεκτήμεθα πανάγιε, και σοι προσιόντες βοώμεν·
Αλληλούϊα.


Ψάλλοντές σου τους ύμνους,, Πρόδρομε Ιωάννη, υμνούμέν σου το μέγιστον κλέος· μέγας γαρ ενώπιον Θεού, ως έφη ο Άγγελος εχρημάτισας· διό εκ της μεγίστης σου, χάριτος δίδου τοις βοώσι·

Χαίρε ο μείζων πάντων Αγίων· 
χαίρε Αγγέλων ουδέν ελάττων. 
Χαίρε Αποστόλων σεπτόν ακροθίνιον· 
χαίρε, θλιβομένων ψυχών παραμύθιον. 
Χαίρε τείχος ακατάβλητον Εκκλησίας του Χριστού· 
χαίρε ξίφος τέμνον άπασαν την μανίαν του εχθρού. 
Χαίρε Προφητομάρτυς Πρόδρομε Ιωάννη· 
χαίρε ο Χριστοκήρυξ Πνεύματος εν δυνάμει. 
Χαίρε λαμπτήρ ψυχής μου και ήδυσμα· 
χαίρε τρυφή νοός μου και στήριγμα. 
Χαίρε δι' ου σωτηρίαν ελπίζω· 
χαίρε δι' ου την ζωήν μου ρυθμίζω·
χαίροις μέγιστε Πρόδρομε.

Ω Προφήτα Κυρίου, μεγαλώνυμε κήρυξ, υπέρτερε Αγίων και μείζων, (εκ γ΄) δέξαι εκ χειλέων ρυπαρών, ως προσφοράν καί ευώδες θυμίαμα, το παρόν μου εφύμνιον, και βοήθει μοι ίνα κράζω·
Αλληλούϊα.

Κοντάκιον. Ήχος πλ. δ'. Τη υπερμάχω.
Ως του Σωτήρος Βαπτιστήν και θείον Πρόδρομον
Και των Αγίων πάντων πρόκριτον και μείζονα
Ανυμνούμέν σε μακάριε Ιωάννη.
Αλλ' ως κήρυξ μετανοίας μεγαλόφωνος
Μετανοίας τω φωτί ημάς καταύγασον
Τους βοώντας σοι, χαίροις μέγιστε Πρόδρομε.

Δίστιχον
Μετανοίαν δίδου μοι Πρόδρομε θείε
Γερασίμω πλέξαντι τους δε σοι Οίκους.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Στηρίξτε......