Σάββατο, 20 Αυγούστου 2011

Χαιρετιστήριοι οίκοι εις τον άγιον ιερομάρτυρα και ισάποστολον Κοσμάν τον Αιτωλόν


Κοντάκιον. Ήχος δ'. Τη Υπερμάχω...


Νεομαρτύρων αριστέα τον πανεύφημον, και Αιτωλίας τον βλαστόν τον θεοπρόβλητον, ανημνήσωμεν κραυγάζοντες ομοφώνως· ταις πρεσβείαις σου Κοσμά προς τον Φιλάνθρωπον, τους τιμώντας σε κίνδυνων ελευθέρωσον, ίνα κράζωσι·
Χαίροις πάτερ πανένδοξε.


Άγγελος παραστάτης, της Ελλάδος απάσης, Κοσμά ιεροφάντορ ωράθης, (τρις) και τη ση θεοτρόπω σπουδή, Αγαρηνών αφανίζεις διδάγματα· διο σοι χαριστήριον ωδήν αναβοώμεν ούτως·
Χαίρε, δι' ου ο Χριστός εδοξάσθη·
Χαίρε, δι' ου ο εχθρός κατεπόθη·
Χαίρε, της Αιτωλίας υός ο πανένδοξος·
Χαίρε, της ευσεβείας τροφός ο τρισόλβιος·
Χαίρε, στέφος το παμποίκιλτον Ιερέων ευλαβών·
Χαίρε, ρόδον το αμάραντον των αγίων αθλητών·
Χαίρε, των πενομένων Ελλήνων θησαύρισμα·
Χαίρε, των αλλοφύλων απίστων αφάνεια·
Χαίρε, στρατείας αθέων αντίπαλος·
Χαίρε, χορείας αγίων συνόμιλος·
Χαίρε, δι' ου ευθυμούσι τα πλήθη·
Χαίρε, δι' ου στερεούται η πίστις·

Χαίροις πάτερ πανένδοξε.

Βίου της παρθενίας, και αγνείας φιλίας, ηράσθης εκ παιδός ηλικίας, και ανέδραμες· έχων Κοσμά, τας ασκήσεως τον πόθον ακόρεστον, τω όρει της θεόπαιδος, περιχαρής ποτέ κραυγάζων

Αλληλούια.


Γνόφος όντως ο θείος, τον σον νουν εξαισίως, αφήρπασε Κοσμά εκ γηίνων, και φιλόθεον θέλων ζωήν, του Φιλοθέου μονήν πάτερ ώκησας· διό και τύπος γέγονας, απάντων των φωνούντων ταύτα·
Χαίρε, ο πύκτης τας εγκρατείας·
Χαίρε, ο μύστης της ησυχίας·
Χαίρε, ο των μιγάδων κανών ιερώτατος·
Χαίρε, η των παρθένων χλαμύς αλουργόχροος·
Χαίρε, όρος δυσανάβατον μυστικώνθεοψιών·
Χαίρε, τόμος ο πολύφυλλος απορρή των εννοιών·
Χαίρε, ο αποσείσας ηδέων απόλαυσιν·
Χαίρε, ο διαρρήξας γηίνων υπόταξιν·
Χαίρε, αγγέλων πάντων ομότροπος·
Χαίρε, πτωχείας θείας ομόζυγος·
Χαίρε, συνέμπορε της αγνείας·
Χαίρε, αντίπαλε της κακίας·

Χαίροις πάτερ πανένδοξε.


Δήγματα ιοβόλα, λογισμών αμαρτίας, εξήρανας ευχή τη αγία, και παθών τας λυσσώδεις ορμάς, της ατυφίας θεόφρον χρησάμενος, ρομφαία διασκέδασας, προς τον Σωτήρα ανακράζων·

Αλληλούια.


Ει γαρ των ασωμάτων κατηυφράνθη ο δήμος, ορών σου της θεώσεως ύψος, πώς μη σπεύση βροτών η πληθύς, εγκωμίοις λόγοις, αθλητά, σήμερον την μνήμην σου τιμήσαι και βοήσαι σοί τω θεοφόρω·
Χαίρε, ο βότρυς της ευσεβείας·
Χαίρε, ο όρπηξ της ευανδρίας·
Χαίρε, ουρανίων ναμάτων ο κάτοχος·
Χαίρε, εξαισίων χαρίτων ο έμπλεως·
Χαίρε, των δαιμόνων ποθών την κατάπτωσιν·
Χαίρε, των αΰλων ζητών την κατάπαυσιν·
Χαίρε, των εφετών θεοφιλώς απολαύσας·
Χαίρε, των ηδονών ανδροπρεπώς αποστήσας·
Χαίρε, λαμπρόν Τριάδος εκλόγιον·
Χαίρε, Αγίου Όρους γεώργιον·
Χαίρε, αγάπης τελείας ο γνώστης·
Χαίρε, ζωής αιωνίας εφέτης·

Χαίροις πάτερ πανένδοξε.


Ζων εν όρει αγίω και εν Πνεύματι θείω, εγεύθης δωρεών ουρανίων, και φωτοχυσίας εμπλησθείς, σκοτοδίνην παθών την ψυχόλεθρον, παμμάκαρ, εφυγάδευσας, κραυγάζων νουνεχώς τον ύμνον·

Αλληλούια.


Ήρθησαν ως λεόντων, οιμωγαί των στενόντων, των όντων εν ζυγώ ανδροφόνων, και ανέστης ελθείν προς αυτούς, την φωνήν του Παύλου ενωτιζόμενος, τα του ετέρου έκαστος ζητείτω· διο βοώμεν σοι·

Χαίρε, το σέμνωμα των αγγέλων·
Χαίρε, το στήριγμα των μερόπων·
Χαίρε, των εχθίστων τυράννων το έλασμα·
Χαίρε, των αλγούντων Ελλήνων το έρεισμα·
Χαίρε, ότι διεσκέδασας απιστίας τα δεσμά·
Χαίρε, ότι διεθέρμανας υποδούλων τας ψυχάς·
Χαίρε, αρνησιχρίστων αιωνία αισχύνη·
Χαίρε, ορθοδοξούντων ουρανία γαλήνη·
Χαίρε, ψυχής ανδρείον παράρτημα·
Χαίρε, φαιδρόν οσίων διάδημα·
Χαίρε, το κέρας πιστών ο υψώσας·
Χαίρε, τα στίφη εχθρών ο τροπώσας·

Χαίροις πάτερ πανένδοξε.


Θηρατής θεοκτόνος, εθηρεύθη θεόφρον, ασκήσει υπό σου τη συντόνω, ως στρουθίον γάρ θείον Κοσμά, την καλλιάν της ψυχής εθωράκισας, νηστείαις και δεήσεσι, φωνών αδιαλείπτως ούτως·

Αλληλούια.


Ιεράν εκδημίαν, επιπνεύσει τη θεία, ανέλαβες του λύσαι μανίαν, των τέκνων της Άγαρ αθλητά, του Αρχιθύτου την ευχήν αιτούμενος διό και το ανδράποδον, Ελλήνων γένος ανεβόα·

Χαίρε, Αιτωλίας ο γόνος·
Χαίρε, Μακεδόνων ο κόσμος·
Χαίρε, της Ηπείρου ο θείος υάκινθος·
Χαίρε, Ιλλυρίας ηδύπνοος νάρκισσος·
Χαίρε, Ναύπακτον και Άγραφα ο στηρίξας δωρεαίς·
Χαίρε, Σκίαθον και Σκόπελον ο τιμήσας διδαχαίς·
Χαίρε, ότι Κερκύρας ανεφάνης η φόρμιγξ·
Χαίρε, ότι της Πάργας επεγνώσθης η σάλπιγξ·
Χαίρε, της Ζίτσης άσειστον στήριγμα·
Χαίρε, Κονίτσης ένθεον καύχημα·
Χαίρε, Χειμάρρας λαμπτήρ σελασφόρος·
Χαίρε, Ελλάδος απάσης το κλέος·

Χαίροις, πάτερ πανένδοξε.


Κήρυγμα ευσεβείας, των πατρώων δογμάτων, την λύμην καταργούν αθεΐας, θαρσαλέως πάτερ μελωδών, αρνησιχρίστων εξήρανας ρεύματα, και σέβειν την Τριάδα την αγίαν, εδίδαξας τους εκβοώντας·
Αλληλούια.


Λέλυνται ηρτυμένοις τη ση χάριτι λόγοις, της Άγαρ επινοίας οι πλόκοι, και ως των αραχνίων ιστών, των αλλοδόξων Κοσμά ευτελέστερα, συστήματα κατέδειξας, δι' ο βοώμεν σοι ασμένως·

Χαίρε, φανός των Ιωαννίνων·
Χαίρε, αυλός των θεολογούντων·
Χαίρε, των ληστών μετατρέψας το φρόνημα·
Χαίρε, φονευτού φανερώσας το έκπτωμα·
Χαίρε, Παύλου ισοστάσιος και εκτύπωμα λαμπρόν·
Χαίρε, φρούριον νεόδμητον των οσίων αθλητών·
Χαίρε, ότι προλέγεις Επτανήσων την λύσιν·
Χαίρε, ότι προβλέπεις τυραννούντων την πτώσιν·
Χαίρε, Κλαδά προρρήσας την άνοδον·
Χαίρε, πολλών δηλώσας την κάθοδον·
Χαίρε, τον τύφον εχθρών εδαφίσας·
Χαίρε, τον πλούτον γηίνων μισήσας·

Χαίροις πάτερ πανένδοξε.


Μέλι αποσταζόντων, σων χειλέων τα πλήθη, Ελλήνων γηγενών κατεκήλεις· διό της σωτηρίας οδόν, τοις θεολέκτοις σου λόγοις εδήλωσας, βροτοίς θεομακάριστε, τοις μελωδούσι συν σοι ούτως·

Αλληλούια.


Νέος Παύλος εφάνης, εν εσχάτοις τοις χρόνοις, ταις θείαις εκδημίαις και κόποις, διο Αγαρηνών, αθλητά, το αντίθεον κατέλυσας φρύαγμα, τον νουν προς τα ουράνια, ιθύνας των σοι κραυγαζόντων·
Χαίρε, ο κήρυξ ο θεολόγος·
Χαίρε, διδάχος ο ψυχοτρόφος·
Χαίρε, γυναικός δαιμονώδους λυτήριον·
Χαίρε, ξυνωρίδος μοιχών ελεγκτήριον·
Χαίρε, άνθος πολυέραστον το μυρίζον τους πιστούς·
Χαίρε, τείχος ακαθαίρετον το σκεδάζον τους εχθρούς·
Χαίρε, της ευσεβείας ενσπείρων τον λόγον·
Χαίρε, της αμαρτίας ελαύνων τον ζόφον·
Χαίρε, πηγή χαρίτων αέναος·
Χαίρε, λιμήν ο όντως ακύμαντος·
Χαίρε, Κοσμά Ιερέων κοσμήτωρ·
Χαίρε, Κοσμά κόσμου κόσμος ο θείος·
Χαίροις πάτερ πανένδοξε.


Ξένον θέαμα όντως, των ανδρών των κακούργων, εστράφη ο χορός προς τα κρείττω, ακουόντων γάρ λόγον τον σον, της ψυχής αυτών το ευόλισθον, ηλλοίωσας πανόλβιε, και ήρξαντο σοφέ κραυγάζειν·

Αλληλούια.

Ο θεόφρων προφήτης, εν τη χώρα Ηπείρου, εδήλωσε τον λόγον Κυρίου· προϊδών γαρ Λευκάδος βουνούς, ως βροτών προσφύγια άριστα, ηυλόγησε τα πέρατα, κραυγάζοντος του πλήθους ταύτα·
Χαίρε, αλλογενών η κατάπληξις·
Χαίρε, ομογενών η ανάψυξις·
Χαίρε, ηγητόρων Ελλήνων το θάρσος·
Χαίρε, μισοχρίστων Εβραίων το άλγος·
Χαίρε, του Σουλίου τύφωμα κατακόψας θαυμαστώς·
Χαίρε, των αθέων γαύρωμα καταστείλας ταχινώς·
Χαίρε, ότι συντρέχεις ευσεβών τας αγέλας·
Χαίρε, ότι κλονίζεις ασεβών τας καθέδρας·
Χαίρε, λαμπρόν της χάριτος γνώρισμα·
Χαίρε, σεμνόν της πίστεως τέμενος·
Χαίρε, πτωχών ομοφύλων το στόμα·
Χαίρε, λαών υποδούλων η γλώσσα·

Χαίροις πάτερ πανένδοξε.


Πνέων μένεα γένος, θεοκτόνων Εβραίων, επόθει ανελείν σε τον γόνον, Αιτωλίας αθλητά Κοσμά, αλλά Χριστός αυτών προεφανέρωσε, τα υποψιθυρίσματα, πιστοίς τοις εκβοώσι ούτως·
Αλληλούια.


Ρύαξ της ευσεβείας, εκβλυστάνων το ύδωρ, εφάνης νεωστί των χαρίτων, ιαμάτων γαρ τον γλυκασμόν, επιστάζεις τοις πάσι παναοίδιμε, τοις μέλπουσι την μνήμην σου την ένδοξον και εκβοώσι·

Χαίρε, το ρεύμα των δωρημάτων·
Χαίρε, ο φύλαξ σεπτών δογμάτων·
Χαίρε, γυναικών ανασπών το φιλόκοσμον·
Χαίρε, των ανδρών κατασπών το φιλόϋλον·
Χαίρε, ότι εθαμβώθησαν ποδηγέται Ενετών·
Χαίρε, ότι εμωράνθησαν αρχηγέται δυναστών·
Χαίρε, ο των πενήτων θεραπεύων το άχθος·
Χαίρε, ο των πλουτούντων αφανίζων το κράτος·
Χαίρε, Χριστού ο θύτης πανάριστος·
Χαίρε, ημών ο έτοιμος έφορος·
Χαίρε, παντοίων θλίψεων ρύστης·
Χαίρε, δεινών αφάτων η λύσις·

Χαίροις πάτερ πανένδοξε.


Σάλπιγξ της σωτηρίας, ευηχούσα την νέαν, εφάνης του Χριστού Βασιλείαν· συ γαρ ταις πυκναίς σου διδαχαίς, γεηρών πόθων μαραίνεις την φλόγωσιν, διδάσκων τους ακούοντας, βοάν ακαταπαύστως ούτως·
Αλληλούια.

Το θανείν εν τοις πόνοις, αντί πάντων επόθεις, ζητών Ιερομάρτυς αγχόνην, των αρχαίων πάτερ αθλητών, την αίμασι τιμίοις πορφυρίζουσαν, Κοσμά θεοχαρίτωτε, διό σοι πάντες εκβοώμεν·

Χαίρε, ο μάρτυς ο θεοφόρος·
Χαίρε, ο μέγας τροπαιοφόρος·
Χαίρε, ο προθύμως ζηλώσας τα σκάμματα·
Χαίρε, ο εκθύμως ποθήσας παλαίσματα·
Χαίρε, εν πυρί και ύδατι βαπτισθείς περιχαρώς·
Χαίρε, εν αγίω Πνεύματι καταπλήξας τον εχθρόν·
Χαίρε, ότι δεικνύεις την οδόν καρτερίας·
Χαίρε, ότι σκεδάζεις των ανόμων χορείας·
Χαίρε, ρεόντων του βίου ο ξένος·
Χαίρε, δαιμόνων πανούργων ο τρόμος·
Χαίρε, πολλών επιτόκων το άκος·
Χαίρε, βροτών ομοδόξων το νίκος·

Χαίροις πάτερ πανένδοξε.


Ύμνους δοξολογίας, αναπέμπεις, οδεύων προς τμήσιν της σης κάρας και λέγων· Διήλθον, ως φησιν ο Δαυίδ, δια πυρός των ανόμων και ήγαγε, εμέ εις την ανάψυξιν, ο Κύριος προς ον κραυγάζω·

Αλληλούια.


Φως φωτίζον τα πλήθη, επεγνώσθης και στήλη, ημάς φωταγωγών, ση αθλήσει· κρουνούς γάρ των αιμάτων των σων, των αλλοφύλων ποντίζεις συστήματα, τα θάμβει συνεχόμενα και συν ημίν αναβοώντα·

Χαίρε, ο σύνδρομος των Δικαίων·
Χαίρε, ο άγιος των Ελλήνων·
Χαίρε, των οσίων φαιδρύνας τον όμιλον·
Χαίρε, των μαρτύρων αυξήσας τον θίασον·
Χαίρε, ότι επευλόγησας τον ορίζοντα της γης·
Χαίρε, ότι ηυχαρίστησας τον διδόντα την ζωήν·
Χαίρε, των ιερέων τον πανεύοσμον ίον·
Χαίρε, των αθλοφόρων το πανεύφημον κλέος·
Χαίρε, νοσουντων ίαμα άμισθον·
Χαίρε, θαυμάτων ρείθρον αείρροον·
Χαίρε, κρουνός ακενώτων θαυμάτων·
Χαίρε, αυλός ελευθέρων μερόπων·

Χαίροις πάτερ πανένδοξε.


Χάριτι Παρακλήτου, εξ υδάτων απαίρει το σώμα το σον Μάρκος και χαίρει, όθεν ως χρυσίον χωνευτόν, υπό χθόνα τα τέκνα σου έκρυψαν, αυτό θεομακάριστε, βοώντες ευσεβώς τον ύμνον·

Αλληλούια.

Ψάλλovτές σου το μέλος, ευφημούμεν το τέλος το σον oι φιλομάρτυρες πάντες, ως αμνός γαρ Χριστού αυτοθελώς, δια την πίστιν το αίμα εξέχεας, και πάντες κατεπλάγησαν φωνούντες θεοφόρε τάδε·
Χαίρε, λαμπρών στεφάνων ο κτήτωρ·
Χαίρε, οσίων νέων ηγήτωρ·
Χαίρε, ο Ναός της Τριάδος περίσεμνος·
Χαίρε, ο σοφός των ανθρώπων διδάσκαλος·
Χαίρε, θείον σεμνολόγημα ορθοδόξων μοναχών·
Χαίρε, ύψος δυσαντίβολον αρετών υπερφυών·
Χαίρε, της Ιλλυρίας πιάνας το έδαφος·
Χαίρε, της Εκκλησίας αρδεύσας την άρουραν·
Χαίρε, ωδή Χριστού υμνητήριος·
Χαίρε, ζωής αγνής οικητήριον·
Χαίρε, τρυφής αλήκτου ο μέτοχος·
Χαίρε, τροφής αγγέλων συνέστιος·

Χαίροις πάτερ πανένδοξε.


Ω πανεύφημε πάτερ, Ορθοδόξων σεμνότης, Κοσμά ιερομάρτυς Κυρίου (εκ γ΄)· την εκ βάθους καρδίας μολπήν δεδεγμένος μη παύση πρεσβείαις σου, στηρίζων τους υμνούντάς σε, τους τω Σωτήρι εκβοώντας·
Αλληλούια.

Κοντάκιον.
Νεομαρτύρων αριστέα τον πανεύφημον, και Αιτωλίας τον βλαστόν τον θεοπρόβλητον, ανημνήσωμεν κραυγάζοντες ομοφώνως· ταις πρεσβείαις σου Κοσμά προς τον Φιλάνθρωπον, τους τιμώντας σε κίνδυνων ελευθέρωσον, ίνα κράζωσι·
Χαίροις πάτερ πανένδοξε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Στηρίξτε......