Παρασκευή, 26 Αυγούστου 2011

Χαράλαμπος Μπούσιας: Χαιρετιστήριοι οίκοι εις τον ένδοξον Μεγαλομάρτυρα ΦΑΝΟΥΡΙΟΝ τον νεοφανή

Κοντάκιον. Ήχος πλ. δ΄. Τη Υπερμάχω.
Νεοφανέντα αθλητήν ανευφημήσωμεν
και στρατιώτην του Κυρίου γενναιότατον
εν βασάνοις τον ποικίλοις παραδοθέντα
ως κρατήσαντα λαμπάδα θείας πίστεως
ανημμένην προ φρικτού ανόμων βήματος
πόθω κράζοντες· Χαίροις, μάκαρ Φανούριε.


Άριστος στρατιώτης στρατιάς του Κυρίου,
Φανούριε τρισμάκαρ, εδείχθης· (εκ γ΄)
θριαμβεύσας γαρ πλάνον εχθρόν μαστιγώσεις,
ξέσεις και πυρός καύματα
ως άλλου, μάκαρ, πάσχοντος υπέμεινας· διό βοώμεν·


Χαίρε, ο θείος Χριστού οπλίτης·
χαίρε, ο ένδοξος στρατιώτης.
Χαίρε, αθλητών αηττήτων ευπρέπεια·
χαίρε, λαμπηδών αρετής και απαύγασμα.
Χαίρε, ότι εφανέρωσας άρτι εύκλειαν την σην·
χαίρε, ότι πάσιν έδειξας σην ουράνιον ισχύν.
Χαίρε, της ευσεβείας ευκλεής αθλοφόρος·
χαίρε, Θεού σοφίας ο φωστήρ ο πυρφόρος.
Χαίρε, Χριστού κηρύξας το όνομα·
χαίρε, εχθρού πατήσας το φρύαγμα.
Χαίρε, λαμπάς του φωτός του αδύτου·
χαίρε, χαράς κοινωνός της αλήκτου.
Χαίροις μάκαρ Φανούριε.

Βίον τον θαυμαστόν, ον εκάλυψε λήθη
του χρόνου ο σοφός αθλοθέτης
μόνον έγνω, στερρέ αθλητά,
έως ου ευρέθη σον σεπτόν έκτυπον,
Φανούριε, σην άθλησιν
δηλούν τοις ευλαβώς βοώσιν·
Αλληλούια.


Γνώσιν λαβόντες πάντες
οι εν Ρόδω οικούντες
εκ της σης πανσεβάστου εικόνος,
κολασμών σου, δι ων του Θεού
την αγίαν πίστιν, αθλητά άριστε,
Φανούριε εκράτυνας,
εκραύγαζον εν κατανύξει·

Χαίρε, ο νέος τη ηλικία·
χαίρε, ο θείος εν τη ανδρεία.
Χαίρε, αθλητής του Σωτήρος νεόλεκτος·
χαίρε, πρεσβευτής προς Θεόν ημών ένθερμος.
Χαίρε, ότι καθυπέμεινας μαστιγώσεις ακλινώς·
χαίρε, ότι χαίρων ήνεγκας ξέσεις θείας σου σαρκός.
Χαίρε, της αφθαρσίας ο βλυστάνων το νέκταρ·
χαίρε, της αριστείας ο δεικνύων το ήμαρ.
Χαίρε, Χριστού εκφαίνων την έλλαμψιν·
χαίρε, εχθρού συντρίψας την έπαρσιν.
Χαίρε, σκηπτός κατ' εχθρού παμβεβήλου·
χαίρε, φωτός θεωρέ Τρισηλίου.
Χαίροις, μάκαρ Φανούριε.

Δύναμιν δεδεγμένος ουρανόθεν μανίαν
ουκ έδεισας, Φανούριε, πλάνων,
αλλά ση αδειμάντω ψυχή
των τυράννων στίφος ευθαρσώς, άγιε,
κατέβαλες τω Κτίσαντι
Χριστώ εν ευφροσύνη ψάλλων·
Αλληλούια.

Έστης εν μέσω πάτερ, των αγρίων θηρίων,
Φανούριε, μαρτύρων ακρότης, αβλαβής,
ο εις βρώσιν δοθείς
τούτων του Κυρίου πανσθενεί χάριτι
και Πλαστουργού της κτίσεως·
διό σοι ευθαρσώς βοώμεν·

Χαίρε, ο λύχνος της αριστείας·
χαίρε, το στέφος της ευψυχίας.
Χαίρε, λαμπηδών Εκκλησίας νεόφωτος·
χαίρε, σηπεδών απιστίας η δύσοσμος.
Χαίρε, ότι ξένως έμεινας αβλαβής εκ την θηρών·
χαίρε, ότι εμεγάλυνας τον φιλάνθρωπον Θεόν.
Χαίρε, ότι επήρθης προν ουράνιον δόξαν·
χαίρε, ότι λαμπρύνεις των μακάρων την χώραν.
Χαίρε, Ροδίων νήσου ο έφορος·
χαίρε, απάντων άγρυπνος πρόμαχος.
Χαίρε, Θεού φρυκτωρός της αγάπης·
χαίρε, εχθρού καταπέλτης απάτης·
Χαίροις, μάκαρ Φανούριε.

Ζήλω της ευσεβείας θείω πεπυρσευμένος
παρείδες τας προσκαίρους βασάνους
άμα σης ηλικίας ακμήν 
και θερμή αγάπη προς Θεόν,
όλβιε Φανούριε, ηρίστευσας 
αθλητικώς Αυτώ κραυγάζων·
Αλληλούια.


Ήλιος νέος ώφθης τη εχούση σε θείον
συλλήπτορα, Φανούριε, Ρόδω,
ης η άρουρα χρόνους μακρούς
εν τοις κόλποις έκτυπον το σον
ως όλβον ευλαβέστατα
και η νυν αυγασθείσα κράζει·

Χαίρε, Ροδίων της νήσου εύχος·
χαίρε, απάντων πιστών το κλέος.
Χαίρε, ο ανύσας αθλήσεως σκάμματα·
χαίρε, ο εκτρέψας απίστων τα άρματα.
Χαίρε, κρήνη η βλυστάνουσα ύδωρ ιαματικόν·
χαίρε, στήλη αναγράφουσα ευθηνίαν αρετών.
Χαίρε, ότι νομίμως και στερρώς ηγωνίσω·
χαίρε, ότι ανδρείως τον εχθρόν ετροπώσω.
Χαίρε, πιστών το νέον εδραίωμα·
χαίρε, ημών ατίνακτον έρεισμα.
Χαίρε, φανέ ουρανίου ευκλείας·
χαίρε, πυρσέ ψυχικής ευσθενείας·
Χαίροις μάκαρ Φανούριε.


Θαυμαστώς εκ λαγόνων ανεσύρθη της νήσου
Ροδίων η αγία εικών σου
η βλυστάνουσα πάσι πιστοίς
ιαμάτων ρείθρα, αθλητά τίμιε,
Φανούριε, τοις σπεύδουσι
τρανώς τω Λυτρωτή φωνήσαι
Αλληλούια.


Ισχυρός εν σταδίω άνευ όπλων ενύλων,
Φανούριε αήττητε έστης
και εχθρών των ενόπλων πληθύν
σης ψυχής ανδρεία και σοφοίς ρήμασι κατέβαλες·
διό σε νύν θαυμάζοντες πιστώς βοώμεν·

Χαίρε, ισχύν ο τυρράνων θλάσας·
χαίρε, ορμήν ο αυτών εκλύσας.
Χαίρε, Εκκλησίας το νέο αγλάισμα·
χαίρε, μαρτυρίας Χριστού το διάδημα.
Χαίρε, εύχρηστον κυάθιον αρετής αθλητικής·
χαίρε, πάγχρυσον παλάτιον ευψυχίας ανδρικής.
Χαίρε, ότι καθείλες ασεβείας το κράτος·
χαίρε, ότι παρείδες ηλικίας το άνθος.
Χαίρε, πιών βασάνων ποτήριον·
χαίρε, λαβών αμάραντον στέφανον.
Χαίρε, δι' ου πας πιστός επερώσθη·
χαίρε, δι' ου ο σατάν κατεβλήθη·
Χαίροις μάκαρ Φανούριε.

Κύμονον πανευώδες ευρωστίας και τόλμης,
Φανούριε εμύρισας πάντας
ευωδία της σης ανδρικής παρρησίας, πάτερ,
προ εχθρού βήματος·
αυτήν ουν οσφραινόμενοι 
ημείς νυν ταπεινώς φωνούμεν·
Αλληλούια.


Λίθω βαρεί ο θείος αθλητής του Κυρίου
βαρούμενος το πάνσεπτον σώμα ανεβόα·
εν πέτρα, Χριστέ, των σων θελημάτων,
Ιησού πάνσεπτε, στερεωθείς προς άθλησιν χωρώ·
Αυτώ ουν εκβοώμεν·

Χαίρε, ο άριστος τροπαιούχος·
χαίρε, ο ένθεος λαμπαδούχος.
Χαίρε, αφθαρσίας το κρίνον ήδιστον·
χαίρε, ασεβείας το ξίφος το δίστομον.
Χαίρε, ύψος αγαπήσεως του Παντάνακτος Θεού·
χαίρε, βάθος στηλιτεύσεως της απάτης του εχθρού.
Χαίρε, ότι το κάλλος θεωρείς του Δεσπότου·
χαίρε, ότι του φέγγους απολαύεις του πόλου.
Χαίρε, σεπτών Αγγέλων συνόμιλε·
χαίρε, κλεινών μαρτύρων εφάμιλε.
Χαίρε, πιστών ομηγύρεως σθένος·
χαίρε, σκηνών ουρανών κληρονόμος·
Χαίροις μάκαρ Φανούριε.

Μάρτυς ηγλαϊσμένε, μηδαμώς δειλιάσας
θυμόν των μισοχρίστων τυράννων
προς αγώνα λαμπρόν και στερρόν ολοθύμως, μάκαρ,
αθλητών πρώταθλε, Φανούριε, εχώρησας
Χριστώ εν ευλαβεία κράζων·
Αλληλούια.

Νύκτα της αθεΐας απεδίωξας σώφρον,
ενστάσεως στερράν σου ακτίσιν,
ο φωτί ελλαμφθείς θεϊκώ,
φωτοφόρε μάρτυς της Χριστού πίστεως,
Φανούριε· διόπερ νυν βοώμεν σοι εν κατανύξει·

Χαίρε, η πτώσις της δυσσεβείας
χαίρε, η γνώσις της αληθείας.
Χαίρε, ευθαλέστατον δένδρον συνέσεως·
χαίρε, ευωδέστατον μύρον φρονήσεως.
Χαίρε, πάνσεπτος εν μάρτυσι του Σωτήρος αριστεύς·
χαίρε, άφθονος της χάριτος του Κυρίου παροχεύς.
Χαίρε, ότι εξέσθης και λαμπάσιν εφλέχθης·
χαίρε, ότι ηκίσθης και δεινώς εκολάσθης.
Χαίρε, μαρτύρων θείος διάκοσμος·
χαίρε, αγίων πάντιμος πρόβολος.
Χαίρε, ειδώλων λατρών καταπέλτης·
χαίρε, πιστών ευλαβών παραστάτης·
Χαίροις μάκαρ Φανούριε.

Ξένων πέλεις θαυμάτων αυτουργός και σημείων,
Φανούριε, κλεινέ παραδόξων ποιητής·
όθεν κλήσιν την σην
ευλαβώς χορείαι των πιστών άπασαι
προσφέρομεν και σπεύδοντες
ση χάριτι θερμώς βοώμεν·
Αλληλούια.


Όλος ων συμπαθείας και αγάπης προς πάντας
ανάπλεως, Φανούριε μάρτυς, ιερείς εξ αθέων δεσμών
ση ακαταβλήτω, αθλητά, έσωσας
δυνάμει τοις κραυγάζουσι
φωνή σοι στεντορεία ταύτα·

Χαίρε, ανδρείας η έμπνους στήλη·
χαίρε, σοφίας μαρτύρων πύλη.
Χαίρε, αθλονίκα εν μάχαις περίδοξε·
χαίρε, στρατιώτα της πίστεως άλκιμε.
Χαίρε, φοίνιξ ο υψίκομος ευκαρπίας μυστικής·
χαίρε, σάλπιγξ η μεγάφωνος ευτολμίας ψυχικής.
Χαίρε, ότι εκφαίνεις την ουράνιον δόξαν·
χαίρε, ότι εκτρέπεις του δολίου μανίαν.
Χαίρε, αμνός Κυρίου πανάμωμος·
χαίρε, λαμπρός οπλίτης του Κτίσαντος.
Χαίρε, δι' ον επαγάλλεται Ρόδος·
χαίρε, προς ον καταφεύγει ο κόσμος·
Χαίροις, μάκαρ Φανούριε.

Πρόφθασον βοηθήσαι τοις εν κλίνει κειμένοις,
Φανούριε, δεινής ασθενείας, ο κατ' όναρ κυρίοις φανείς
ιερέων δούλων, ώνπερ εμάλαξας καρδίαν αρρωστήμασιν
κακοίς τοις μη ειδόσιν ψάλλειν·
Αλληλούια.

Ρόδον στερροψυχίας, εν αγρώ νήσου Ρόδου
κρυπτόμενος ως όλβος ευρέθη
η αγία εικών σου σεμνέ
αθλητά Κυρίου, θαυμαστών πρόξενε,
Φανούριε, και ήνοιξε τα στόματα πιστών βοάν σοι·

Χαίρε, ο όρπηξ αθανασίας·
χαίρε, η σύριγξ της αριστείας.
Χαίρε, των απίστων και πλάνων κατάπτωσις·
χαίρε, χριστονύμων τερπνή αγαλλίασις.
Χαίρε, άνθραξ θείας πίστεως φλέξαν πλάνην ασεβών·
χαίρε, δόναξ θείας χάριτος και αφθίτων δωρεών.
Χαίρε, ότι εφάνης νέον πίστεως γέρας·
χαίρε, ότι εδείχθης γενναιότητος κέρας.
Χαίρε, πιστών προπύργιον άσειστον·
χαίρε, εχθρών δεινόν ολετήριον.
Χαίρε, ψυχών θεραπεύων τα πάθη·
χαίρε, ημών ιατρεύων τα άλγη·
Χαίροις, μάκαρ Φανούριε.

Στέφανον αιωνίου χαρμονής και αφθίτου
ζωής εκ των χειρών του Κυρίου
κατ' αξίαν εδέξω σοφέ,
ως καλώς αθλήσας και λαμπραίς τάξεσι
μαρτύρων συνηρίθμησαι
Φανούριε, αεί κραυγάζων·
Αλληλούια.

Τοις αψύχοις ξοάνοις, πάτερ σημειοφόρε,
ουκ έκλινας σον τίμιον γόνυ
και τοις λίθοις ειδώλων σοφώς
ου θυσίαν, μάρτυς θαυμαστέ, ένειμας
αλλά Χριστόν εκήρυττες·
διό σοι εν χαρά φωνούμεν·

Χαίρε, ο ένδοξος νικηφόρος·
χαίρε, ο άριστος αθλοφόρος.
Χαίρε, των μαρτύρων απάντων ομότροπος·
χαίρε, των αγίων αγγέλων ομόσκηνος.
Χαίρε, νέος εν τω σώματι την ψυχήν δε πολιός·
χαίρε, μέγας εν τοις θαύμασι και σημείοις αληθώς.
Χαίρε, ότι ανδρείως τας βασάνους υπέστης·
χαίρε, ότι ενδόξως προς τον πόλον μετέστης.
Χαίρε, Χριστού ωραίον οσφράδιον·
χαίρε, πιστού λαού φυλακτήριον.
Χαίρε, ταχύς ιατρός των νοσούντων·
χαίρε, σαφής αρωγός αιχμαλώτων·
Χαίροις μάκαρ Φανούριε.

Ύμνοις μελισταγέσι κατά χρέος τιμά σε, 
Φανούριε χριστώνυμος δήμος
και την σην εκζητών αρωγήν, 
εν δεινοίς του βίου, αθλητά εύψυχε,
Φανούριε, την μνήμην σου 
γεραίρει ασιγήτως ψάλλων·
Αλληλούια.

Φλόγα των ανημμένων υπομείναν λαμπάδων,
Φανούριε, πυρί πρεσβειών σου
φλέξον την καθ΄ ημών του εχθρού,
θαυμαστέ, μανίαν και τοις σοις πρόσφυγξι
ειρήνην δίδου, άγιε
σοι νυν τοις ευλαβώς βοώσι·

Χαίρε, η κρήνη των ιαμάτων·
χαίρε, η στήλη των θαυμασίων.
Χαίρε, κληρονόμε της άνω λαμπρότητας·
χαίρε, ριζοτόμε εχθρού της φαυλότητος.
Χαίρε, στήριγμα ασάλευτον των θερμών σου ικετών·
χαίρε, καύχημα περίδοξον αθλοφόρων ευκλεών.
Χαίρε, της Εκκλησίας αχειρότευκτον τείχος·
χαίρε, της αφθαρσίας το θεόφυτον έρνος.
Χαίρε, Θεόν υμνών τον αόρατον·
χαίρε, εχθρόν πατών τον αρχέκακον.
Χαίρε, δεσμά ιερέων ο θλάσας·
χαίρε, χαράν ευσεβέσι βραβεύσας·
Χαίροις μάκαρ Φανούριε.

Χάριν θείαν πηγάζεις ως ακένωτος κρήνη,
Φανούριε, τοις σε προσιούσι και πιστούς αγιάζεις αεί
τους αποζητούντας σην θερμήν εύνοιαν
εν βίου τοις παλέσμασι
και ψάλλοντας φωναίς αισίαις·
Αλληλούια.

Ψάλλοντές σου τους άθλους, καλλιμάρτυς Κυρίου,
Φανούριε, ους έτλης εμφρόνως
δι' αγάπην Χριστού του Θεού,
από πάσης ρύσαι συμφοράς, κράζομεν,
τους πόθω ανυμνούντας σε
και πίστει σταθηρά βοώντας·

Χαίρε ακέστωρ των σε υμνούντων·
χαίρε, συλλήπτωρ των σοι σπευδόντων.
Χαίρε, ο βραβεία λαβών αφθαρτότητος·
χαίρε, θυμηδία βροτών αδιάπτωτος.
Χαίρε, ίον το ηδύπνευστον πνέον μύρον θεϊκόν·
χαίρε, ρόδον πάσιν ήδιστον διαχέον γλυκασμόν.
Χαίρε, επηγγελμένων αγαθών ο μετέχων·
χαίρε, δόξης Αγγέλων όντως επαπολαύων.
Χαίρε, μαρτύρων στέφος χρυσόπλοκον·
χαίρε ο παύων άθλοις τον έχθιστον.
Χαίρε, πιστοίς θείαν χάριν παρέχων·
χαίρε, ημίν θείαν ρώσιν ο νέμων·
Χαίροις μάκαρ Φανούριε.

Ω καλλιμάρτυς και πιστών παραστάτης,
Φανούριε, εν δίναις του βίου (εκ γ΄)
ως αλήκτου ζωής κοινωνός
και τους σε τιμώντας ευλαβώς, άγιε,
αξίωσον πρεσβείαις σου
αυτής τους νυν τρανώς βοώντας·
Αλληλούια.


Και αύθις το Κοντάκιον
Ήχος πλ. δ΄. Τη Υπερμάχω.
Νεοφανέντα αθλητήν ανευφημήσωμεν 
και στρατιώτην του Κυρίου γενναιότατον 
εν βασάνοις τον ποικίλοις παραδοθέντα
ως κρατήσαντα λαμπάδα θείας πίστεως
ανημμένην προ φρικτού ανόμων βήματος
πόθω κράζοντες· Χαίροις, μάκαρ Φανούριε.

Δίστιχον
Φάνον αλήθειαν Χριστού Χαραλάμπη, 
χαίρε βοώντι σοι, Φανούριε μάκαρ.

2 σχόλια:

  1. Σας ευχαριστώ πολύ για μια ακόμα φορά για όλα αυτά που μοιράζεστε με μας τους υπόλοιπους και που τα κάνατε τόσο προσιτά. Ο Άγιος Φανούριος ας σας φανερώσει οτι ο καθένας σας περιμένει, όπως ακριβώς έκανε και σε μένα.

    ΑπάντησηΔιαγραφή
  2. Γύρευα την παράκληση του Αγιου, και έπεσα τυχαια στο blog σας..δεν σας κρύβω οτι απο τότε μπαινω καθημερινά και γαληνεύει η ψυχή μου.. Άγιε μου ΦανοΎριε κΆνε το θαΎμα σου.. σε ευχαριστώ που σε γνώρισα..πρέσβευε στην αγαπημένη Δέσποινα Βασίλισσά μας για μας τους αμαρτωλούς...

    ΑπάντησηΔιαγραφή

Στηρίξτε......