Εὐλογήσαντος τοῦ ἱερέως λέγομεν τόν Ψαλμόν ΡΜΒ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθεία σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνη σου. Καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοὶς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τάς χεῖρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοὶς καταβαίνουσιν εἰς λάκκον.
Ἦχος δ´.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Τὴ Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν ἐν μετάνοιᾳ κράζοντες ἐκ βάθους ψυχῇς. Δέσποινα βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψεις σοὺς δούλους κενούς. Σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Ὁ τοῦ Κυρίου μεγαλώνυμος κῆρυξ καὶ Ἀποστόλων ἡ κρηπὶς Ἰωάννη, θεομιμήτως πάριδε Πανάγιε, ἅπαντα τὰ πταίσματα, τῆς ἀθλίας ψυχῆς μου. Ρῦσαι ἐκ παντοίων με καὶ ποικίλων κινδύνων, καὶ τὸν κοινὸν ἰλέωσαι Θεόν, ἶνα ἐν κρίσει παράσχει μοὶ ἄφεσιν.
Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. εἰμὴ γὰρ σὺ προίστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τὶς δὲ διεφύλαξεν ἒως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ. Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ (50ος) Ψαλμός.
Ἐλέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνω ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῆς ἐν τοὶς λόγοις σου, καὶ νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησε μὲ ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μὲ ὑσσώπω, καὶ καθαρισθήσομαι, πλυνεῖς μέ, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοὶ ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τᾶς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλης ἀπ' ἐμοῦ. Ἀπόδος μοὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ρῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλωσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῆ εὐδοκία σου τὴν Σιών καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὤδη α'. Ἦχος Πλ. δ'. Ὑγρᾶν διοδεύσας
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δεινῶν μὲ χειμάζουσι λογισμοί, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητών, Προφῆτα καὶ Πρόδρομε Κυρίου, ἐκ πάσης νόσου καὶ βλάβης με λύτρωσαι.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Παθῶν μὲ ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας ἐμπιπλῶσαι μου τὴν ψυχήν, εἰρήνευσον, Μάκαρ, ταῖς πρεσβείαις, ταῖς πρὸς Θεόν σου, Προφῆτα καὶ σῶσον με.
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Τὸν γῆς καὶ θαλάσσης καὶ Οὐρανοῦ, Ποιητὴν ἁπάντων ἀοράτων καὶ ὁρατὸν ὡς αὐτὸν βαπτίσας ἐκδυσώπει, ἐκ πάσης νόσου καὶ βλάβης ρυσθήναι με.
Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῇς θείας καὶ προνοίας τῆς παρά σου, ἀξίωσον μόνη θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τὲ λοχεύτρια.
Ὠδὴ γ'. Οὐρανίας ἁψῖδος.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Προστασίαν καὶ σκέπην, τὴν σὴν ἀεὶ δίδου μοι, ἐπικαλουμένω Προφῆτα, σὺ μὲ κυβέρνησον, ταὶς ἰκεσίαις σου, τὸν ἀσφαλή πρὸς λιμένα, καὶ δεσμῶν μὲ λύτρωσαι τοῦ πολεμήτορος.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱκετεύω, Προφῆτα, τὸν ψυχικὸν τάραχον, καὶ τάς προσβολάς τῶν δεινῶν νόσων πάντοτε, ἐπερχομένας μοι, ἐξ ἐμοῦ, Πρόδρομε, τάχυ, μακρὰν ἀποδίωξον ταὶς ἰκεσίαις σου.
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Χαλεπαῖς ἁμαρτίαις, καὶ νοσεροῖς πάθεσι, περικλυζομένω, Προφῆτα, σὺ μοι βοήθησον, ὑπὸ τὴν σκέπην σου, ὁλοτελῶς προσφυγόντι, καὶ θερμῶς κραυγάζοντι, σῶσον μὲ Πρόδρομε.
Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πάσιν ἀνάβλυσον. πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύι, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
Διάσωσον ἐκ πάσης νόσου Πρόδρομέ του Σωτῆρος, τοὺς ὑπὸ τὴν σκέπην σου καταφεύγοντας, καὶ λύτρωσαι αἰωνίων βασάνων.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν του σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἱερέας: Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος δ'. Ταχὺ προκατάλαβε…
Ὡς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῆ, Χριστὸς ἀπεκάλυψε, τὴν κεφαλήν σου ἡμῖν , Προφῆτα καὶ Πρόδρομε. Πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτης εὐρέσει, ἄσμασι θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σῴζοντα ἡμᾶς, ἐκ φθορᾶς, ταῖς ἰκεσίαις σου.
Ὠδὴ δ'. Εἰσακήκοα Κύριε
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τῶν παθῶν μου τὸν τάραχον, ὁ τὸν εἰρηνάρχην βαπτίσας Κύριον, ταῖς πρεσβείαις σου κατεύνασον, καὶ εἰς γῆν πραέων μὲ ἐνόρμισον.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Εὐσπλαχνίας τὸ πέλαγος, ὁ ἀνυποστόλως κηρύξας ἄπασι, καθικέτευέ σου δέομαι, τῶν βασάνων ὅπως λυτρωθείημεν.
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Ἀπολαύοντες, Πρόδρομε, τῶν σῶν δωρημάτων σοὶ χαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ τῆς σῆς τρυφῶντες ἀντιλήψεως.
Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σέ, Πανύμνητε, δυσχέρειας πάσης ἐκλυτρούμεθα.
Ὠδὴ Ε'. Φώτισον ἡμᾶς.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Πλήρωσον ἠμῶν, τάς αἰτήσεις τῶν τιμώντων σε, ὁ τοῦ ἀδύτου τὴν ὑφήλιον, φωτὸς πληρώσας τῷ κηρύγματί σου, Πρόδρομε.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λύτρωσον ἠμᾶς, ἐκ κινδύνων Βαπτιστά τοῦ Χριστοῦ, ὁ αἰωνίαν κηρύξας λύτρωσιν, καὶ τὴν εἰρήνην τὴν πάντα νοῦν ὑπερέχουσαν.
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Λῦσον τῶν δεινῶν νοσημάτων τὴν ἀσθένειαν, τῶν πρεσβειῶν τῶν σῶν τὴ θερμότητι, ὁ τὸν Σωτῆρα βαπτίσαι φανείς ἐπάξιος.
Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἳασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῇς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν ταὶς πρεσβείαις σου παράσχου μοι.
Ὠδὴ στ. Τὴν δέησιν ἐκχεῶ.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἠμῶν.
Θανάτου καὶ τῆς φθορᾶς ἐξάρπασον, ἀφθαρσίαν μοὶ διδοὺς ἀπολαύειν, ἐκ πειρασμῶν καὶ κίνδυνων παντοίων, καὶ ἐξ ἑφόδου τῶν νόσων ἐξαίρων με. Δεήσεσι σαῖς Βαπτιστά, ἐν Κυρίῳ καὶ σῶσον μὲ δέομαι.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Προστάτην σε τῆς ζωῆς ἐπίσταμαι, καὶ θερμὸν ἐν περιστάσεσι πρέσβυν, καὶ πειρασμῶν διαλύοντα νέφος, καὶ πᾶσαν νόσον καὶ βλάβην ἐλαύνοντα καὶ δέομαι ὁ δυσμενής, ἐκ φθορᾶς τῶν παθῶν μου ρυσθήναι με.
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Ἐν λάκκῳ ἁμαρτιῶν ἐμπέπτωκα, καὶ αὐτοῦ ἀναδραμεῖν οὐκ ἰσχύω. ἀλλ' ὁ Θεὸς τὸν ἐκ λάκκου λεόντων, βαπτίσας πάλαι προφήτην ρυσάμενον, λιτάνευε ἵν ἐξ αὐτοῦ, ἀναγάγη με, Τίμιε Πρόδρομε.
Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. ὦ Δέσποινα καὶ νῦν ἠμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Διάσωσον ἐκ πάσης νόσου, Πρόδρομε τοῦ Σωτῆρος, τοὺς ὑπὸ τὴν σκέπην σου καταφεύγοντας, καὶ λύτρωσαι αἰωνίων βασάνων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Ὃ Ἱερεὺς μνημονεύει ὡς ἔθος.
Εἴτα τὸ Κοντάκιον. Ἦχος β'. τὰ ἄνω ζητῶν…
Προφῆτα Θεοῦ καὶ Πρόδρομέ της χάριτος, τὴν Κάραν τὴν σήν, ὡς ρόδον ἱερώτατον, ἐκ τῆς γῆς εὐράμενοι, τᾶς ἰάσεις πάντοτε λαμβάνομεν. Καὶ γὰρ πάλιν ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.
Καὶ εὐθὺς τὸ Προκείμενον Ἦχος δ'.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην (29—34.)
Τῷ καιρῷ ἐκείνῳ βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει. Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτος ἔστι περὶ οὖ ἐγὼ εἶπον. Ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτος μου ᾖν. καγώ οὐκ ἤδειν αὐτόν. ἀλλ' ἵνα φανερωθῆ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων. Καὶ ἐμαρτύρησεν Ἰωάννης, λέγων. Ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτόν. Καγῶ οὐκ ἤδειν αὐτόν, ἀλλ' ὁ πέμψας μὲ βαπτίζειν ἐν ὕδατι, ἐκεῖνος μοὶ εἶπεν. Ἐφ' ὅν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτος ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίω. Καγώ ἐώρακα, καὶ μεμαρτύρηκα, ὅτι οὖτος ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Ταῖς τοῦ Προδρόμου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμών ἐγκλημάτων.
Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταὶς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμών ἐγκλημάτων.
Στίχος. Ἐλεῆμον, Ἐλέησον με ὁ Θεός.
Ἦχος Πλ. β'. Ὅλην ἀποθεμένοι...
Προφῆτα καὶ Πρόδρομε, ψυχῆς ἐμῆς θυμηδία, δέξαι, Πανακήρατε, τὴν προσφερομένην σοι ἱκεσίαν μου, θλῖψις γὰρ ἔχει μὲ καὶ δεινὰ παντοία, Ἰωάννη μεγαλώνυμε, σῶσον τὸν δοῦλον σου, καὶ χειρὸς τοῦ δράκοντας με ἐξάρπασον, καὶ τούτου τῶν παγίδων νῦν, ὡς εὐσυμπαθής ἐλευθέρωσον, πρεσβείαν προσάγων, καθὸ κοινὸς μεσίτης πρὸς Θεόν, καὶ πάσης νόσου ἐκλύτρωσαι τὸν αὐτοκατάκριτον.
Ἱερέας: Σῶσον ὁ Θεὸς τὸν Λαόν σου κ. τ. λ.
Ὠδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τῆς Ἀδὰμ ἁμαρτίας τὸ χειρόγραφον, Λόγον τὸν διαρρήξαντα, ἐν ρείθροις Ἰορδάνου κραυγάζων ὑπεδέξω, Ἰωάννη Πανεύφημε. Ὁ τῶν Πατέρων ἠμῶν Θεὸς εὐλογητὸς εἶ.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Θελητὴν τοῦ ἐλέους, τὸν φιλάνθρωπον, Μάκαρ, ὑπὲρ τῶν δούλων σου, δυσώπει τῶν πταισμάτων καὶ νόσων ἰοβόλων, λυτρωθῆναι τοὺς ψάλλοντας. Ὁ τῶν Πατέρων ἠμῶν θεὸς εὐλογητὸς εἶ.
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Θησαυρὸν σωτηρίας καὶ γαλήνιον ὅρμον, καὶ ἐν κινδύνοις ταχύν, προστάτην τοὶς καλοῦσιν, εἰδότες σε βοῶμεν, τὸ κλυδώνιον στόρεσον, ἀσθενειῶν, Βαπτιστά, ταῖς ἰκεσίαις σου.
Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Σωμάτων μαλακίας καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθω προσιόντων τὴ σκέπη σου τῇ θεία, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστὸν ἡμῖν ἀποτεκοῦσα.
Ὠδὴ η'. Τὸν Βασιλέα . . .
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τοὺς βοηθείας τῆς παρά σοῦ δεομένους, μὴ παρίδης, Προφῆτα, βοώντας, καὶ ἐξαιτουμένους τὴν σὴν ἐπιστασίαν.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τῶν ἰαμάτων τὸ δαψιλὲς ἐπιχέεις, τοὶς πιστῶς ὑμνοῦσι σε, Προφῆτα, καὶ ἀνευφημοῦσι, Παμμάκαρ Ἰωάννη.
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Τῆς σωτηρίας τὸν ἀρχηγὸν ἱκετεύων, τὸν Χριστόν, Προφῆτα, μὴ ἐλλίπης, ὅπως ἐκ βασάνων ρυσθῶμεν αἰωνίων.
Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τῶν πειρασμῶν σὺ τάς προσβολάς ἐκδιώκεις, καὶ παθῶν τάς ἐφόδους, Παρθένε, ὅθεν σὲ ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ'. Κυρίως Θεοτόκον
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ροήν μου τῶν δακρύων μὴ ἀποποίησης, ὁ ἐν ροαῖς Ἰορδάνου τὸν πάντων Θεόν, συγκαταβάντα βαπτίσας, ὃν μεγαλύνομεν.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κακώσεως δαιμόνων, τῆς ἀδιαλείπτως ἐκπιεζούσης Προφῆτα με λύτρωσαι, καὶ ἐπηρείας τῆς τούτων δεῖξον ἀνώτερον.
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Ἰσχὺς καὶ θεραπεία, τῆς ἐξ ἀκρασίας καὶ χαλεπῆς ἁμαρτίας, Προφῆτα γενοῦ, κεκακωμένη ψυχή μου, ἵνα γεραίρω σε.
Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην ἐξαφανίσασα.
Μεγαλυνάρια
Ἄξιον ἐστὶν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον, καὶ παναμώμητον, καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν Τιμιωτέρα τῶν Χερουβείμ, καὶ Ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν τὴν ὅντως Θεοτόκον σὲ μεγαλύνομεν.
Ἄγονον καὶ ἄκαρπον τὴν ψυχήν, κέκτημαι, Παμμάκαρ, φύλλα μόνον ἄνευ καρπῶν, ἔρημον ἁπάσης ἀγαθῆς ἐργασίας, Προφῆτα, ἀρετῶν με δεῖξον καρπούμενον.
Βαπτιστὰ καὶ Πρόδρομέ του Χριστοῦ, λύχνε φαεσφόρε, ἱκετεύω σὲ ἐκτενῶς, λύχνον ἄναψόν μου ψυχῆς τῆς ταλαίπωρου, ἐσκοτισμένην οὖσαν σὺ καταλάμπρυνον.
Δέομαι, Προφῆτα καὶ Βαπτιστά, μὴ με ὑπερίδης τὸν ἀνάξιον πρεσβευτήν, καταβαπτισθέντα τοὶς πάθεσι τοῦ βίου, καὶ ἐν βορβόρῳ ὄντα σὺ ἐξανάστησον.
Πρέσβευε Προφῆτα πρὸς τὸν Θεόν, ὑπὲρ τοῦ λαοῦ σου καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, τῶν καταφευγόντων τῇ σκέπη σου τῇ θεία, καὶ ρῦσαι πάσης νόσου καὶ περιστάσεως.
Δέσποινα καὶ Μήτηρ τοῦ λυτρωτοῦ, δέξαι παρακλήσεις ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσης πρὸς τὸν ἔκ σοῦ τεχθέντα, ὦ Δέσποινα τοῦ Κόσμου, γενοῦ μεσίτρια.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἠμᾶς. (Τρίς).
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τᾶς ἀνομίας ἡμίν, Ἅγιε ἐπίσκεψαι καὶ ἵασαι τάς ἀσθαινείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοὶς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά Σου, ἐλθέτω ἡ Βασιλεία Σου, γεννηθήτω τὸ θέλημά Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἠμὶν σήμερον, καὶ ἅφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοὶς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς· Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ τὸ Τροπάριον. Ἦχος β'.
Μνήμη δικαίου μετ' ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου, Πρόδρομε, ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ρείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας χαίρων, εὐηγγελίσω καὶ τοῖς ἐν Ἅδῃ, Θεὸν ἀνερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
Ὁ Ἱερεὺς μνημονεύει ὡς ἔθος.
Ἐν τὴ Ἀπολύσει, προσκυνοῦντες τὴν ἁγίαν Εἰκόνα, ψάλλομεν τὸ παρὸν Προσόμοιον
Ἦχος β' Ὃτε ἐκ τοῦ ξύλου σε νεκρὸν.
Σπεῦσον ἐξελοῦ με πειρασμῶν, Πρόδρομε Κυρίου Παμμάκαρ, καθικετεύω σε, μάτην γὰρ κεκίνηνται οἱ πολεμοῦντες με, κατ’ ἐμοῦ πικροὶ δαίμονες, ζητοῦντες ἁρπᾶσαι, τὴν ψυχὴν τοῦ δούλου σου, ὥσπερ στρουθίον οἰκτρόν, μὴ με καταλίπῃς εἰς τέλος, γνώτωσαν δὲ μᾶλλον, Προφῆτα, ὅτι σύ μου πέλεις καταφύγιον.
Ὁ Ἱερεύς· Δι´ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὁ χορός· Ἀμήν.
Αμήν, 🙏 Σταματίου αμαρτωλού.
ΑπάντησηΔιαγραφή