Πέμπτη, 14 Νοεμβρίου 2013

"Παρακλητικός Κανών στον Άγιο Γρηγόριο τον Παλαμά Αρχιεπίσκοπο Θεσσαλονίκης" (14 Νοεμβρίου)


(Άγιος Αθανάσιος ο Πάριος)

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης: Ἀμήν.

Ψαλμός ρμβ΄ (142)
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια. Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Τούς παρεστώτας τή σορῶ τῶν λειψάνων σου καί ἐκ ψυχῆς ὀδυνηρᾶς δεομένους σου ἐν συμπαθεία οἴκτειρον σούς δούλους ἠμᾶς, κράζοντας καί λέγοντας τάς ἠμῶν ἰκεσίας δέξαι καί ἀνάγαγε εἰς τόν Κτίστην τῶν ὅλων· μή ἀποστρέψης ἅγιε κενούς τους σέ μεσίτην πλουτοῦντας εὐπρόσδεκτον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι· εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού· σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καὶ κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καὶ ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγώ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καὶ τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καὶ πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀποῤῥίψῃς με ἀπό τοῦ προσώπου Σου καὶ τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καὶ ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τό στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.

Ὠδή α΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.
Ὡς ὄργανον θεῖον τοῦ Παντουργοῦ, Γρηγόριε Πάτερ, ἰκετεύομεν σαῖς λιταῖς ἀξίως ἀξίωσον ὑμνεῖν σέ τούς τήν σορόν σου κυκλοῦντας τήν παντιμον.

Ψυχῶν καί σωμάτων τούς πειρασμούς ἐξ ὕψους ἐλάσας, ἐν εἰρήνη διαβιοῦν τήν ποίμνην σου ταύτην, ἤς προέστης, ἀδιαλείπτως, Γρηγόριε, πρέσβευε.

Χριστόν ὁλοψύχως ἠγαπηκῶς παντός ἀντηλλάξω μεγαλέμπορος γεγονῶς, διό μιμητᾶς σου ἠμᾶς πάντας τούς προσιόντας σοι πίπτει ἀνάδειξον. 

Θεοτοκίον
Σωτήρα τεκούσαν σε καί Θεόν δυσωπῶ, Παρθένε, λυτρωθῆναι με τῶν δεινῶν, σοί γάρ νῦν προσφεύγων ἀνατείνω καί τήν ψυχήν καί τήν διάνοιαν.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος.
Φωταυγίας ἐκείνης τῆς ὑπέρ νοῦν ἄνωθεν, ἦσπερ ἐνεπλήσθης ἀῤρήτως καί ὑπερέλαμψας ὡς ἄλλος ἥλιος ἐν τῷ τοῦ Ἄθωνος Ὄρει, καί ἠμᾶς ἀξίωσον, Πάτερ Γρηγόριε.

Τρικυμίας τοῦ βίου κατακλυσθείς κράζω σοι σοῦ τῇ μεσιτείᾳ, παμμάκαρ, δεῖξον ἀνώτερον τῆς καταιγίδος με καί ἀγαθός κυβερνήτης τοῦ λοιποῦ μοι γένοιο, Πάτερ Γρηγόριε.

Ὑψηλός σου ὁ βίος ἀσκητικῶς γέγονεν, ἡ δέ σή σοφία ὑπέρλαμπρος ὡς οὐράνιος· ὅθεν ἡ χάρις σε εἰς τήν λυχνίαν ἀνάγει, ὅπως φῶς τοῖς ἄπασιν εἴης, Γρηγόριε.

Θεοτοκίον
Ἱκετεύω, Παρθένε, τόν ψυχικόν τάραχον καί τῆς ἀθυμίας τήν ζάλην διασκεδάσαι μου· σύ γάρ, Θεόνυμφε, τόν ἀρχηγόν τῆς γαλήνης, τόν Χριοτόν ἐκύησας, Θεομακάριστε.

Διάσωσον ἀπό κινδύνων τούς δούλους σου, θεοφόρε, ὅτι πάντες ἐν τοῖς δεινοῖς τήν σορόν σου πλουτοῦμεν ὡς ἄρρηκτον τεῖχος καί προστασίαν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα. Ἦχος β΄.
Πρεσβείαν θερμήν καί κραταιάν βοήθειαν αἰτοῦμεν ἐκ σοῦ οἱ θλίψεσι πυρούμενοι ἐκτενῶς βοῶντες καί λέγοντες· εὐσυμπάθητε πρόφθασον καί ἐκ κινδύνων λύτρωοαι ἡμᾶς τούς πόθῳ τιμῶντας τήν μνήμην σου.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε
Σοί προσπίπτομεν, ἅγιε, καί τήν προστασίαν σου ἐξαιτούμεθα· δίδου πᾶσι τά αἰτήματα καί πταισμάτων λύσιν, Χριστομίμητε.

Παραμύθιον ἔχει σε ὁ Θεσσαλονίκης λαός καί καύχημα· τήν γάρ μνήμην σου γεραίροντες τούς ἐχθρούς τροποῦνται τούς τῆς Δύσεως.

Ρωμαλαίῳ φρονήματι πρός τούς ἐκ τῆς Ἄγαρ ἀχθείς ἐνήθλησας, καί ὡς μάρτυρα ἀναίμακτον ὁ Χριστός δοξάζει σε, Γρηγόριε.

Θεοτοκίον
Ἀπολαύοντες Πάναγνε τῶν σῶν δωρημάτων εὐχαριστήριον ἀναμέλπομεν ἐφύμνιον οἱ γινώσκοντές σε Θεομήτορα.

Ὠδή ε΄. Φώτισον ἠμᾶς
Ὄμβρησον ἡμῖν ὑετούς τούς τῶν θαυμάτων σου καί τάς ἀρούρας τῶν ψυχῶν ἄρδευσον, ἴνα καρπόν προσάγωμέν σοι τήν εὐλάβειαν.

Ξένα καί φρικτά, ἡ πανίερος διήγησις ἀνακηρύττει σου τά θαυμάσια, ἐξ ὧν μετάδος τοῖς δούλοις σου, Δέσποτα.

Νέον σε πλουτεῖ κατά Παῦλον ἀρχιτέκτονα ὁ λογικός τῆς Ἐκκλησίας ναός ὅθεν κραυγάζω σοι· θεῖον κἀμέ δεῖξον τέμενος.

Θεοτοκίον
Ἴασαι, Ἁγνή, τῆς ψυχῆς μου τήν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καί τήν ὑγείαν τῇ πρεσβείᾳ σου παράσχου μοι.

Ὠδή ς΄. Τήν δέησιν ἐκχεῶ.
Μωρίαν τοῦ Βαρλαάμ ἀπέδειξας καί σαθράν τήν ἐπιστήμην, θεόφρον, τήν ἐν Θαβώρ καταστρέφουσαν δόξαν καί τῷ φωτί τῶν δικαίων ἀνταίρουσαν, οὗ δέομαί σου ἐκτενῶς τήν ψυχήν μου ἀξίαν ἀνάδειξον.

Λαλεῖται σου πανταχοῦ τό ἔνθεον καί πανίερον καί ἔνδοξον τέλος· καί γάρ τό φῶς, ᾧ συνεῖπας εὐσθενῶς, τήν σήν σκηνήν καταλάμψαν ἐδόξασε καί ἔδειξεν ὡς ἀληθῶς πρωτομάρτυρος χρῶτα τό εἶδός σου.

Κακίστην καί δυσσεβῆ ἀπήλεγξας τήν προσθήκην ἐν Συμβόλω τῷ θείω, θεολογῶν καί δεικνύων ἀφύκτως τήν δυαρχίαν ἐντεῦθεν εἰσάγεσθαι·  διδάσκαλον οὖν ἡ σεπτή Ἐκκλησία πλουτεῖ σε, Γρηγόριε.

Θεοτοκίον
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα καί ψυχῶν σε παντελῆ σωτηρίαν καί πλατυσμόν ἐν ταῖς θλίψεσι, Κόρη, καί τῷ φωτί σου ἀεί ἀγαλλόμεθα, ὦ Δέσποινα, καί νῦν ἡμᾶς τῶν παθῶν καί κινδύνων διασωσον.

Διάσωσον ἀπό κινδύνων τούς δούλους σου, θεοφόρε, ὅτι πάντες ἐν τοῖς δεινοῖς τήν σορόν σου πλουτοῦμεν ὡς ἄῤρηκτον τεῖχος καί προστασίαν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίαν ἐν τοῖς πειρασμοῖς σέ κεκτήμεθα, σέ μεσίτην πρός τόν ποιητήν προβαλλόμεθα οἱ κατάκριτοι καί ὑπεύθυνοι κακῶν πολλῶν· καί νῦν πρόφθασον, θεῖε Πάτερ, εἰς τήν βοήθειαν ἡμῶν, τῶν θερμῶς κραυγαζόντων σοι· τάχυνον εἰς πρεσβείαν καί ρύσαι παθῶν παντοίων ποίμνην ὅλην δεομένην σου.

Προκείμενον
Ἦχος δ΄. Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. 
Στίχος: Ἀκούσατε ταῦτα πάντα τά ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τήν οἰκουμένην.

Τό Εὐαγγέλιον. Ἰωάννη ἰ΄ 7-16
Εἶπεν ὁ Κύριος· ἐγώ εἰμί ἡ θύρα· δί’ ἐμοῦ ἐάν τίς εἰσέλθη, σωθήσεται καί εἰσελεύσεται καί ἐξελεύσεται, καί νομήν εὐρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μή ἴνα κλέψη καί θύση καί ἀπολέση· ἐγώ ἦλθον ἴνα ζωήν ἔχωσι καί περισσόν ἔχωσιν. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός. Ὁ ποιμήν ὁ καλός τήν ψυχήν αὐτοῦ τίθησιν ὑπέρ τῶν προβάτων· ὁ μισθωτός δέ καί οὐκ ὧν ποιμήν, οὗ οὐκ εἰσί τά πρόβατα ἴδια, θεωρεῖτον λύκον ἐρχόμενον καί ἀφίησι τά πρόβατα καί φεύγει καί ὁ λύκος ἁρπάζει αὐτά καί σκορπίζει τά πρόβατα. Ὁ δέ μισθωτός φεύγει, ὅτι μισθωτός ἐστι καί οὐ μέλει αὐτῶ περί τῶν προβάτων. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός, καί γινώσκω τά ἐμᾶ καί γινώσκομαι ὑπό τῶν ἐμῶν. Καθώς γινώσκει μέ ὁ πατήρ καγῶ γινώσκω τόν πατέρα· καί τήν ψυχήν μου τίθημι ὑπέρ τῶν προβάτων. Καί ἄλλα πρόβατα ἔχω, ἅ οὔν ἔστιν ἐκ αὐλῆς ταύτης· κακείνα μέ δεῖ ἀγαεῖν, καί τῆς φωνῆς μου ἀκούσουσι, καί γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι
Μέγαν ἀντιλήπτορα σέ κεκτημένη καυχᾶται, Γρηγόριε δέσποτα, ἡ σή ποίμνη ἔχουσα τήν σήν λάρνακα· καί πιστῶς ἄσμασι τήν σεπτήν σήμερον καταστέφει καί γεραίρει σου μνήμην τήν πάντιμον καί τήν εὐλογίαν καρποῦταί σου, ἄνωθεν καταβαίνουσαν διά τήν τιμήν τῶν λειψάνων σου. Θεῖε Ἱεράρχα, λαμπρότατε σοφώτατε φωστήρ, μή νῦν παρίδης τήν δέησιν τῶν παρακαλούντων σε. 

Ὁ Ἱερεύς: Σῶσον ὁ Θεός τόν λαόν σου....

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Κραταιόν σε προστάτην ἐκ Θεοῦ εὐραμένη ἡ θεία ποίμνη σου, κατέχει σου ἐν κόλποις ἐχέγγυον ἀγάπης τήν σορόν τῶν λειψάνων σου, ἀναβοῶσα πιστῶς· ὁ Θεός εὐλογητός εἶ.
Θελητήν τοῦ ἐλέους σύ ἐκήρυξας πᾶσι Χριστόν τόν Κύριον, ρυσθῆναι γοῦν κινδύνων, λοιμοῦ καί ἀνομβρίας τούς βοῶντας ἱκέτευε· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Ἡμέρας ἀνεσπέρου καί φωτός ἀϊδίου υἱός γενόμενος, τούς πίστει προσιόντας, τῇ λάρνακί σου, μάκαρ, ἀναμέλπειν καταύγασον· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

Θεοτοκίον
Θησαυρόν σωτηρίας καί πηγήν ἀφθαρσίας τήν σέ κυήσασαν καί πύργον ἀσφαλείας καί θύραν μετανοίας τοῖς κραυγάζουσιν ἔδειξας· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.

Ὠδή η΄. Τόν Βασιλέα τῶν οὐρανῶν
Τῆς Ἐκκλησίας τόν οὐρανόν καταλάμπων, ὡς ἀστήρ ἀπλανής διασώζεις τούς ὑπερυψοῦντας Χριστόν εἰς τούς αἰῶνας.
Τῶν ἰαμάτων σε ἐνεργόν πᾶς τις ἔγνω τῶν θερμῶς αἰτούντων σου τήν χάριν, καί πιστῶς τιμώντων τά λείψανά σου, Πάτερ.
Θεσσαλονίκη σε ὡς ποιμένα γεραίρει, Ἐκκλησία δέ πᾶσα κηρύττει καί ἀνακροτεῖ σοί τούς θείους σου ἀγῶνας.

Θεοτοκίον
Τάς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις καί σαρκός τάς ὀδύνας, Παρθένε· ὅθεν σέ δοξάζω εἰς πάντας τούς αἰώνας.

Ὠδή θ΄. Κυρίως Θεοτόκον
Ἐῤρέτωσαν καθάπαξ οἱ θεομαχοῦντες καί τήν σήν δόξαν ἀδίκως ἐκβάλλοντες· ὁ γάρ Χριστός σέ δοξάζει φρικτοῖς ἐν θαυμάσι.
Λαμπρῶς ἡ Ἐκκλησία ἄγει σου τήν μνήμην· τῶν γάρ ἐχθρῶν ἀπελέγχει τό δύσφημον, ὡς προτιθεῖσα τήν λάρνακα τῶν λειψάνων σου.
Ἐκάστω τάς αἰτήσεις τάς πρός σωτηρίαν, τῶν σέ τιμώντων ἐξ ὕψους κατάπεμψον καί τῶν λυπούντων τήν ποίμνην σου ἐλευθέρωσον.

Θεοτοκίον
Φωτός σου ταῖς ἀκτίσι λάμπρυνον, Παρθένε, τό ζοφερόν τῆς ἀγνοίας διώκουσα, τούς εὐσεβῶς Θεοτόκιον σέ καταγγέλλοντας.

Τό Ἄξιόν ἐστι καί τά Μεγαλυνάρια
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν.

Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Τόν θεῖον Γρηγόριον, οἱ πιστοί, πάντες συνελθόντες εὐφημήσωμεν εὐσεβῶς ὡς ὄντως ποιμένα τοῖς πράγμασι φανέντα καί στόμα ἀληθείας καί φωτός κήρυκα.
Προσέλθωμεν ἄνθρωποι ἐκ ψυχῆς, ἁψώμεθα πάντες μετά πίστεως τῆς σοροῦ τῶν Θείων λειψάνων, τήν λύσιν ἐξαιτοῦντες παντοίων ἀλγηδόνων καί πάσης θλίψεως.
Φρούρησον τήν ποίμνην σου ὁ καλός ἄγρυπνος προστάτης, τήν κυκλοῦσάν σου τήν σορόν, καί ῥῦσαι κινδύνων καί πάσης ἐπηρείας, Γρηγόριε τρισμάκαρ, ἀξιοθαύμαστε.
Ἴλεως γενοῦ μοί σοί ἐκβοᾷ Θεσσαλονικέων ὁ πιστότατός σου λαός, Γρηγόριε Πάτερ, ταῖς ἱεραῖς λιταῖς σου μετά τοῦ Μυροβλύτου ἡμᾶς περίσωζε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ τρίτου).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς· Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης· Ἀμήν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Ἦχος β΄.
Ἱεραρχῶν τό θεῖον κειμήλιον, Πάτερ Ὅσιε, παμμάκαρ Γρηγόριε, τήν ἱεράν θήκην τῶν λειψάνων σου ἐν τῇ μνήμῃ σου αἴροντας σήμερον, μή καταισχύνης ἡμᾶς ἀναξίους ὄντας τῆς σῆς ἁγιότητος, ἀλλ' ἀξίωσον ἀκατακρίτως αὐτῆς ἐφάπτεσθαι, τόν πόθον ἀφοσιουμένους, ὅν πρός σέ ἀνατείνομεν πάντες ἐκλιπαροῦντες καί λέγοντες· μή παύση πρεσβεύων
Ἱεράρχα, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Ἦχος πλ. δ΄.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἦχος β΄.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Ὁ Ἱερεύς: Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Στηρίξτε......