Κυριακή, 16 Μαΐου 2010

"Οίκοι 24 εις την Αγίαν και Ζωαρχικήν Τριάδα"


Την υπερούσιον Τριάδα σε δοξάζομεν, 
Πατέρα άναρχον, Υιόν και Πνεύμα άγιον, 
Αληθώς ένα Θεόν και παμβασιλέα
Των πταισμάτων την συγχώρησιν αιτούμεθα, 
και τυχείν της αιωνίου βασιλείας σου
Τους κραυγάζοντας, δόξα σοι, τω Θεώ ημών. 

Αγία Τριάς ο Θεός ελέησον και σώσον ημάς.


Άναρχε Θεαρχία, και Τριάς Παναγία, Πάτερ Υιέ και Πνεύμα (εκ γ΄) Θεός μία τρισσοφαής, η εκ μη όντος το παν ουσιώσασα, προσπίπτω σοι, Πανάγαθε, πίστει και πόθω εκβοών σοι.

δόξα Πατρί Θεώ προανάρχω, 
δόξα Υιώ, Θεώ συνανάρχω.
Δόξα ομοθέω τω αγίω Πνεύματι.
δόξα υπερθέω, τη μιά Θεότητι.
Δόξα, Πάτερ Παντοδύναμε, των απάντων ποιητά,
δόξα, Λόγε πολυέλεε, των ανθρώπων λυτρωτά.
Δόξα Πνεύματι θείωπάσαν κτίσιν πληρούντι,
δόξα πάντων αιτίω πάσαν φύσιν ζωούντι.
Δόξα, δι' ου της κτίσεως έναρξις.
δόξα, εξ ου των πάντων η ύπαρξις.
Δόξα, ον πάντα φρίσσει και τρέμει.
δόξα ω πάσα κτίσις δουλεύει,

δόξα σοι τω Θεών ημών.


Βάθει σοφής βουλής σου, ουρανόν, γην και ύδωρ, υπέστησας αρρήτω ισχύι, και άπαντα τον κόσμον αυτών. εν έξ ημέραις δ' ως συνετελέσθησαν, οι Άγγελοί σου Κύριε, φωνήν μεγάλη ήνεσάν σε 

Αλληλούια


Γέννησιν Θεού Λόγου, εκ Πατρός αγεννήτου, και Πνεύματος εκπόρευσιν θείου, εκ μόνου του Πατρός εννοών, ομολογώ Τριάδα ομοούσιον. εκπόρευσιν, και γέννησιν αΐδιον, δοξάζων ευσεβώς, κραυγάζω:

δόξα Θεώ Πατρί τω Γενέτη, 
δόξα Υιώ εκ Πατρός φυέντι.
Δόξα προβλητώ Παναγίω τω Πνεύματι
δόξα τη τρισσώς ενουμένη Θεότητι. 
Δόξα, Πάτερ επουράνιε σύμπαντος δημιουργέ, 
δόξα σοι Υιέ ομόθρονε πάντων συνδημιουργέ.
Δόξα σοι Πνεύμα, φυέν εκ Πατρός απορρήτως, 
δόξα σοι Φάος, συνόν το Υιώ πατροπροβλήτως.
Δόξα σοι, Πάτερ, Θεέ, υπερούσιε, 
δόξα σοι, Λόγε Πατρός ομοούσιε.
Δόξα, Πνεύμα του Πατρός και του Λόγου
δόξα, μόνε χορηγέ παντός δώρου

δόξα σοι τω Θεώ ημών.  


Δόξαν, μεγαλωσύνην και ασίγητον αίνον, αΰλως τω σω κράτει προσφέρει, πάσα των Αγγέλων η πληθύς, τον σον περικυκλούντες θρόνον Δέσποτα. μεθ' ων η θριαμβεύουσα εκκλησία, εκβοά σοι

Αλληλούια. 


Ένα σε τη ουσία, εν τρισί τοις προσώποις, είδεν Αβραάμ ο Πατριάρχης, εν τη δρυί πάλαι τη Μαμβρή. θυσίαν δε του Ισαάκ εκώλυσας. ο εις γαρ της Τριάδος σαρκί τέθνηκας, υπέρ των βοώντων:

δόξα Θεώ Πατρί αοράτω, 
δόξα Υιώ σαρκί ορωμένω.
Δόξα τω αγίω αοράτω Πνεύματι.
δόξα σοι τη απεριγράπτω Θεότητι. 
Δόξα σοι, ώπερ λατρεύουσι των αγγέλων οι χοροί, 
δόξα σοι, ον προηγόρευσαν οι Προφήται οι σοφοί.
Δόξα σοι, τω ποιήσαντι Αδάμ τον Γενάρχην, 
δόξα σοι, τω ευλογήσαντι Αβραάμ τον Πατριάρχην.
Δόξα Πατρί τω τον Υιόν θύσαντι, 
δόξα Χριστώ τω αμώμω θύματι. 
Δόξα, προν ον επιφθάσαι ποθώμεν.
δόξα, προν ον οι πιστοί εκβοώμεν, 

δόξα σοι τω Θεώ ημών. 


Ζήλον ένδοθεν πνέων, ο πυρίπνους Ηλίας, προσήνεγκε την ξένην θυσίαν. τρισσεύσαι  γαρ το ύδωρ ειπών, το τρισσόν των υποστάσεων δέδειχε, του εν μονάδι φύσεως, Θεού Ισραήλ. ώ βοώμεν, 

Αλληλούια.   


Ησαΐας εν θρόνω, επηρμένω εώρα, Σαβαώθ Κύριον Βασιλέα. κραυγήν δε των κύκλω Σεραφίμ, άγιος, άγιος, άγιος  ήκουε, Τριάδα ομοούσιον, υμνών και κατανύξει κράζων:

δόξα Πατρί τω υπερουσίω, 
δόξα Υιώ τω ομοουσίω.
Δόξα τω σεπτώ ομοθρόνω τε Πνεύματι. 
δόξα τη μιά ακαταλήπτω Θεότητι. 
Δόξα η οι Νόες άδουσι την ουράνιον μολπήν, 
δόξα, ή απαύστως κράζουσι την τρισάγιον ωδήν.
Δόξα τω χορηγούντι δωρεάς τοις αγίοις, 
δόξα τω ενοικούντι νοερώς τοις αξίοις. 
Δόξα τω κτίσιν νεύματι στήσαντι.
δόξα, χερσί τον άνθρωπον πλάσαντι.
Δόξα τη ση ανεκφράστω δυνάμει, 
δόξα τη ση ανεικάστω ισχύι, 

δόξα σοι τω Θεώ ημών.   


Θεορρήμονες Παίδες, εν καμίνω βληθέντες, Παρθένε προτυπούσι τον τόκον. το πυρ γαρ της Τριάδος  Αυτή, εγκατοικήσαν άφλεκτον έδειξε. Διόπερ συν Αυτή και τοις Παισί, τη Τριάδι βοώμεν

Αλληλούια.   


Ίδεν ο Δανιήλ σε, τον Θεόν των απάντων, καθήμενον Κριτήν επί θρόνου, Πατέρα, παλαιόν ημερών, Υιόν σύνθρονον, τον ενανθρωπήσαντα, και Πνεύματι, μυούμενος, τον ένα Θεόν ανεβόα: 

δόξα Θεώ Πατρί αεί όντι, 
δόξα Υιώ, τω Πατρί συνόντι.
Δόξα τω σεπτώ συναϊδίω Πνεύματι.
δόξα τη μιά και ανάρχω Θεότητι. 
Δόξα σοι, Τριάς, προσώποις ενουμένη ουσιωδώς, 
δόξα σοι, Μονάς τη φύσει, τρισσουμένη υποστατικώς.
Δόξα σοι, επί θρόνου τω Προφήτι οφθέντι
δόξα σοι, εν ανθρώπου τη μορφή οραθέντι. 
Δόξα, κράτος εν ομοβασίλειον.
δόξα, φάος άκτιστον τρισήλιον.
Δόξα τω μόνω Θεώ και Δεσπότη, 
δόξα τω λάμψαντι φως τοις εν σκότει, 

δόξα  σοι τω Θεώ ημών.



Κατελθών ουρανόθεν, ο Θεού Θεός Λόγος, ενώκησεν όλως τη Παρθένω, και σάρκα προσλαβών εξ αυτής, προήλθεν ανεκφράστως ο Θεάνθρωπος. Εκπλήττομαι, την άκραν συγκατάβασιν. διό και ψάλλω
 Αλληλούια.    


Λόγος ο εν τοις κόλποις, του Πατρός ων αρχήθεν, εγένετο σαρξ αναλλοιώτως. Πνεύμα γαρ το άγιον ελθόν, τη καθαρά Παρθένω επεσκίασε, κόσμον ευωδιάσαν, και τη Τριάδι βοάν διδάξαν: 

δόξα Θεώ Πατρί αγεννήτω.
δόξα Υιώ τω Πατρογγενήτω.
Δόξα τω Πατρός παναγάθω Προβλήματι.
δόξα τω Υιού παναγίω προσλήματι. 
Δόξα τω Πατρί γεννήσαντι τον Υιόν Θεοπρεπώς. 
δόξα τω Υιώ βλαστήσαντι εξ Αγνής Θεανδρικώς.
Δόξα Πνεύματι θείω επελθόντι τη Μαρία, 
δόξα τω ενεργήσαντι Λόγου σάρκωσιν θείαν.
Δόξα Θεώ, Αδάμ τω ποιήσαντι, 
δόξα Χριστώ, αυτόν αναπλάσαντι. 
Δόξα, δι' ου ευλογήθη η κτίσις. 
δόξα, προν ον λογική μέλπει φύσις

δόξα σοι τω Θεώ ημών.


Μεγαλύνομεν πάντες, του Θεού την Μητέρα, την όντως αγίαν Θεοτόκον. ότι τον αχώρητον Θεόν, εν κοιλία βαστάσασα εκύησε, αιτία σωτηρίας γεγονυίαν, πάσι τοις βοώσιν

Αλληλούια.


Νάμασιν Ιορδάνου, της Αγίας Τριάδος, η προσκύνησις εφανερώθη. Άνωθεν γαρ ο Πατήρ, Υιόν εμαρτύρει τον βαπτιζόμενον, και το Πνεύμα ωσεί περιστερά, ημάς ησφάλιζε κραυγάζειν:

δόξα, Τριάς και Μονάς η θεία,
δόξα, Μονά και Τριάς Αγία.
Δόξα τω Πατρί, τω Υιώ και τω Πνεύματι,
δόξα τη μιά τρισηλίω Θεότητι.    
Δόξα σοι, Θεέ αόρατε και απρόσιτε φρικτώς,
δόξα, Ιησού γλυκύτατε προσιτός μοι γεγονώς.
Δόξα σοι, τω εν ρείθροις Ιορδάνου φανέντι,
δόξα σοι, τω εν είδει περιστεράς οφθέντι.
Δόξα σοι, φως απλούν, παμφαέστατον,
δόξα σοι, φως τρισσόν, τηλαυγέστατον.
Δόξα, δι' ου εφωτίσθη τα πάντα.
δόξα, προς ον ανακράζομεν άμα

δόξα σοι τω Θεώ ημών.


Ξένην επί του όρους, οι Απόστολοι τότε, ηλλοιώθησαν έκστασιν όντως. του Πατρός γαρ ήκουον, Υιόν, μαρτυρούντος τον μεταμορφούμενον, νεφέλην δε, του Πνεύματος, την χάριν θεωρούντες, εβόων,

Αλληλούια.


Ο τρώγων μου την σάρκα, και πίνων μου το αίμα, εν εμοί μένει καγώ εν αυτώ. φυσικώς δ' εν εμοί ων ο Πατήρ, και το Πνεύμα, οι αξίως κοινωνούντες μοι, την Τριάδα δέχονται, και θεούμενοι ούτω βοώσι:

δόξα Θεώ, τρυφή των Αγγέλων,
δόξα Χριστώ, τροφή των ανθρώπων.
Δόξα τω παρέχοντι άρτον τον ουράνιον,
δόξα τω ποτίζοντι οίνον σωτήριον.
Δόξα σοι, λαώ ομβρίσαντιμάννα τότε το φθαρτόν,
δόξα σοι, ημάς εμπλήσαντι Μυστηρίων των φρικτών.
Δόξα σου τη κενώσει, αληθής αμβροσία,
δόξα σου τη ενώσει, μυστική πανδαισία.
Δόξα Θεώ, Ιερείς προσάδουσι,
δόξα Αυτώ οι πιστοί συνάδουσι.
Δόξα τη ση Χριστέ φρικτή θυσία,
δόξα σοι, προσφωνεί η Εκκλησία,

δόξα σοι τω Θεώ ημών.


Πώς ο Ων εσαρκώθης; Πώς εκών εσταυρώθης; και ταφείς πώς εν Άδου κατήλθες; Πάντως ίνα πλάσμα το σον, θανάτου Χριστέ λυτρώσης, Παραδείσου της τρυφής αξιώσης, και τη Τριάδι κραυγάζειν διδάξης,

Αλληλούια.


Ρήτορας εν τω κόσμω, Σώτερ τους Αποστόλους, απέστειλας κηρύττειν και βαπτίζειν, εις το όνομα του Πατρός και του Υιού και του Αγίου Πνεύματος, τηρείν τε τα σα εντάλματα, και θεολογείν τοιαύτα:

δόξα Θεώ, τη όντως σοφία,
δόξα Αυτώ, αρρήτω ουσία.
Δόξα, Ιησού, τη εκ Κόρης σαρκώσει σου,
δόξα τη σεπτή εκ νεκρών αναστάσει σου.
Δόξα σοι, Τριάς ασύγχυτε και αμέριστε Μονάς,
δόξα, σοις Χριστέ παθήμασι, δι' ων έσωσας ημάς.
Δόξα σοι, ον Προφήται μυστικώς εθεώρουν,
δόξα σοι, ον Αυτόπται σαρκωθέντα εώρων.
Δόξα σοι Τριάς, ή εβαπτίσθημεν,
σόξα σοι Μονάς, ή εφωτίσθημεν.
Δόξα, δι' ου νεουργείται ο κόσμος,
δόξα, προς ον αναπέμπεται αίνος,

δόξα σοι τω Θεώ ημών.  


Σταυρωθείς εκουσίως, τάφον Σώτερ εισέδυς, εκ νεκρών τε ανέστης εν δόξη. και αναληφθείς εις ουρανούς, δεξιόθεν του Πατρός συνεκάθησας, ο Θεάνθρωπος, συν Πνεύματι αγίω ανυμνούμενος,

Αλληλούια.



Το Πανάγιον Πνεύμα, το τα πάντα ζωώσαν, και τους Αποστόλους εμφορήσαν, κατελθόν, εν τη Πεντηκοστή, ωσεί γλώσσα πυρός  εφ' ένα έκαστον, εφώτισεν, εδίδαξε, ποικιλογλώσσως ανακράζειν:

δόξα Θεώ, ότι εν και τρία. δόξα σοι, ω τρισσή Μοναρχία.
Δόξα, Πατρός ο Υιός γέννημα άμωμον,
δόξα, Πατρός προβλητόν Πνεύμα το άγιον.
Δόξα σοι, Πάτερ αγέννητε  και Υιέ μονογενές,
δόξα σοι, Πνεύμα Παράκλητον, αγαθόν τε και ευθές.
Δόξα σοι, άγιον Φως, το φωτίζον καρδίας,
δόξα σοι, άστεκτον πυρ, το πυρούν διανοίας.
Δόξα, δι' ου Προφητών η όρασις,
δόξα, δι' ου Αποστόλων φώτισις.
Δόξα σοι, δόξα ενδόξων Μαρτύρων,
δόξα σοι, κλέος ευκλεών Αγίων,

δόξα σοι τω Θεώ ημών.


Ύμνον ευχαριστίας, δόξαν, μεγαλωσύνην, προσάγει των πιστών η χορεία, προς την υπεράρχιον Αρχήν, άληπτον Ουσίαν, Φως απρόσιτον, Θεότητα μίαν τρισυπόστατον, και προσκυνούσα ψάλλει,

Αλληλούια.


Φως Πατέρα δοξάζω, Φως Υιόν συνδοξάζω, Φως τιμώ και το Άγιον Πνεύμα, αλλ' εν Φως τα τρία αειλαμπές, αιτίαν της των πάντων υπάρξεως, ομοβασίλειον κράτος και εξουσίαν, προν ην βοώμεν:

δόξα σοι Φως, το προόν αχρόνως,
δόξα σοι φως εκ φωτός συγχρόνως.
Δόξα σοι, το φως εκ Πατρός το ομόχρονον,
δόξα σοι Φωτάρχα, τριφαές Φως υπέρχρονον.
Δόξα σοι, Φως το απρόσιτον εν Αγίοις κατοικούν,
δόξα σοι, Φως το αείφωτον, το φωστήρας αυτουργούν.
Δόξα σοι, ποιήσαντι ήλιον και σελήνην,
δόξα σοι, κοσμήσαντι ουρανόν δι' αστέρων.
Δόξα τη ση απείρω λαμπρότητι,
δόξα τη ση αΰλω φαιδρότητι.
Δόξα, Τριάς, φωτισμόν δωρουμένη,
δόξα, Μονάς, υφ' ημών υμνουμένη,

δόξα σοι τω Θεώ ημών.


Χάριν δίδου πλουσίαν, ημίν τοις λατρευταίς σου, ο Θεός, το Παράκλητον Πνεύμα. Φώτισον, συνέτισον ημάς, και από αιρέσεων διαφύλαξον, ως αν απλανώς, ορθοδόξως και ομοφρόνως ψάλλομεν,

Αλληλούια.


Ψάλλοντες ευφημούμεν, και πιστώς προσκυνούμεν, την μίαν βασιλείαν απάντων, Πατέρα αόριστον αρχήν, Υιόν και Πνεύμα, Πατρί συναΐδια, Θεότητα μίαν, δόξαν και λαμπρότητα, ή βοώμεν:

δόξα σοι, Πάτερ ευλογημένε,
δόξα σοι, Λόγε δεδοξασμένε.
Δόξα σοι, ω Πνεύμα Παράκλητε ένδοξε,
δόξα σοι, Παντάναξ, Μονοκράτορ Ύψιστε.
Δόξα, Πάτερ, ότι έπεμψας τον Υιόν σου εις την γην,
δόξα, Σώτερ ότι έδειξας τον Πατέρα σου ημίν.
Δόξα, Πνεύμα το νέμον εις ημάς θείαν χάριν,
δόξα, δόξα Θεέ μου, ερχομένω σοι πάλιν.
Δόξα, Τριάς, σοι μόνη πιστεύομεν,
δόξα, Μονάς, σοι πόθω λατρεύομεν.
Δόξα Θεώ, ευσεβώς όν δοξάζω,
δόξα Θεώ, εκ ψυχής ω κραυγάζω,

δόξα σοι τω Θεώ ημών.

Αγία Τριάς ο Θεός, ελέησον και σώσον ημάς.


Ω Τριάς Παναγία, Πάτερ Λόγε και Πνεύμα, η μία των απάντων Θεότης (εκ γ΄), σπλαγχνισθείσα δέξαι παρ' ημών, δοξολογίαν, αίνεσιν ορθόδοξον, και αξίωσον βασιλείας ουρανών, τους ψάλλοντάς σοι,

Αλληλούια.    

4 σχόλια:

  1. ΠΟΛΥ ΩΡΑΙΟΙ ΕΙΝΑΙ ΑΥΤΟΙ ΟΙ ΟΙΚΟΙ ΝΑ ΜΑΣ ΒΟΗΘΑΕΙ Η ΑΓΙΑ ΚΑΙ ΟΜΟΟΥΣΙΟΣ ΚΑΙ ΑΔΙΑΙΡΕΤΟΣ ΤΡΙΑΔΑ

    ΑπάντησηΔιαγραφή
  2. ΘΕΟΔΩΡΑ ΑΛΕΞΙΟΥ23 Μαΐου 2010 - 6:54 μ.μ.

    ΠΟΛΥ ΚΑΛΗ Η ΠΡΟΣΕΥΧΗ ΑΥΤΗ ΚΑΙ ΟΛΗ Η ΠΡΟΣΠΑΘΕΙΑ.ΣΥΓΧΑΡΗΤΗΡΙΑ ΚΑΙ ΚΑΛΗ ΦΩΤΙΣΗ ΝΑ ΕΧΟΥΜΕ!

    ΑπάντησηΔιαγραφή
  3. Ευχαριστούμε πάρα πολύ για την υπέροχη σελίδα.Ειρήνη υγεία και φώτιση σε όλους.

    ΑπάντησηΔιαγραφή
  4. ΚΑΛΗΣΠΕΡΑ ΣΑΣ , ΜΠΟΡΟΥΜΕ ΝΑ ΜΑΘΟΥΜΕ ΤΟΝ ΣΥΝΤΑΚΤΗ ΤΩΝ ΩΣ ΑΝΩ ΧΑΙΡΕΤΙΣΜΩΝ ;;;;;;

    ΑπάντησηΔιαγραφή

Στηρίξτε......