ΑΓΑΠΗΜΕΝΟ ΙΣΤΟΛΟΓΙΟ

Τρίτη 18 Μαΐου 2010

"Παρακλητικός Κανών εις τον Άγιο Νικόλαο τον εν Βουνένοις"


Ευλογήσαντος του ιερέως, το Κύριε εισάκουσον,
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. (διάψαλμα). Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι. 


Ήχος δ΄
Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στιχ. α΄. Εξομολογείσθε τω Κυρίω, και επικαλείσθε το όνομα το άγιον αυτού.

Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στιχ. β΄. Πάντα τα έθνη εκύκλωσάν με και τω ονόματι Κυρίου ημυνάμην αυτούς.

Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στιχ. γ΄. Παρά Κυρίου εγένετο αύτη, και έστι θαυμαστή εν οφθαλμοίς ημών.

Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Ήχος δ΄. Ο υψωθείς εν τω Σταυρώ.
Τὸν γενναιότατον Κυρίου ὁπλίτην, καὶ ἀσκητὴν θεοειδῆ εὐσχημόνως, ὡς ἰατρὸν πανάριστον τῶν νόσων φαιδρῶς, μέλψωμεν κραυγάζοντες τῶν Βουνένων λαμπρότης, λύτρωσαι πρεσβείαις σου ἐνεστώσης ἀνάγκης, καὶ δυσφορήτου ἄχθους τοὺς ἀεί, σὲ μελῳδοῦντας εὐσχήμων Νικόλαε.

Δόξα.
Ἀκεσώδυνον φρέαρ, τοῖς τιμῶσί σε δέδοσαι, πᾶσιν ἀποστάζον εἰρήνης, καὶ ἰάσεων νάματα, ὁπλῖτα ἐν Ἑῴας εὐσθενές, Νικόλαε Βουνένων θησαυρέ, Ἀθλοφόρων καὶ Ὁσίων, περιφανὲς κοσμῆτορ, ὅθεν κράζομεν· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἀνύστακτον φρουρόν, ἡμῖν δωρήσαντι.

Και νυν. Θεοτοκίον.
Ου σιωπήσωμεν ποτε, Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. ειμή γαρ συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο, εκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν, έως νυν ελευθέρους; Ουκ αποστώμεν Δέσποινα εκ σου. σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ὁ Ν΄ ψαλμός.
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Επὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ότι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς. Σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ιδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.Ιδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ακουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Απόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Απόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ρῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ότι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Αγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλημ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ κανών, οὗ ἡ ἀκροστιχίς: ΝΙΚΟΛΑΟΥ ΝΕΟΥ ΤΗΝ ΑΡΩΓΗΝ ΑΙΤΟΥΜΑΙ. Χ. Μ. Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Νικόλαε αὖχος ἐμῆς ψυχῆς, Βουνένων φαιδρότης, καὶ Μαρτύρων ὐπογραμμέ, παράσχου ὑγείαν κατ’ ἄμφω, ταῖς σαῖς πρεσβείαις ἡμῖν τοῖς ἱκέταις σου.

Ἰλύος ἀπόπλυνων χαμερπῶν, παθῶν με γενναῖε, στρατηλάτα τοῦ Λυτρωτοῦ, Νικόλαε νάμασιν εὐχῶν σου, καὶ τῆς ψυχῆς τὸν χιτῶνά μου λεύκανον.

Κοσμήσας Αἱμάτων σου ὀχετοίς, Βουνένων τὴν χθόνα, κόσμος δέδειξαι ἀθλητῶν, Νικόλαε καὶ τῶν εὐσεβούντων, πρὸς οὐρανοὺς ποδηγέτης γεγένησαι.

Θεοτοκίον.

Ὁδήγησον πάντας χριστιανούς, λιταῖς Νικολάου, πρὸς λειμῶνας ἀειθαλεῖς, ἀλύπου ζωῆς Θεογεννῆτορ, οἰακοτρόφε ψυχῆς τῶν ὑμνούντων σε.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.

Λυπηρῶν τρικυμίας, καὶ τῶν παθῶν κλύδωνας, κόπασον ἡμῶν σαῖς πρεσβείαις, νέε Νικόλαε, ὁ τῶν Βουνένων δρυμούς, καθαγιάσας ἱδρῶσιν, εὐκλεοῦς ἀσκήσεως, καὶ ῥείθροις αἵματος.

Ἀριστέων σταδίου, περιφανὲς πρώταθλε, καὶ φρουρᾶς Λαρίσης ἡγῆτορ, μάκαρ Νικόλαε, τῶν ἀρετῶν εὐσθενῶς, τοὺς ὑμνητάς σου ἀνῦσαι, στάδιον ἀξίωσον, ἄγαν τὸ δύσβατον.

Ὁσιόαθλε Μάρτυς, ὁ ἐν δρυΐ ἄσμενος, προσδεθεὶς καὶ λόγχης ἰδίας, πεῖραν γευσάμενος, μὴ διαλίπῃς Χριστῷ, πρεσβεύειν πάθη συντρίβειν, τῆς σαρκὸς χαμαίζηλα, πάντων Νικόλαε.

Θεοτοκίον.

Ὑπερένδοξε Μῆτερ, τῶν ἀθλητῶν καύχημα, καὶ τῶν ἀσκητῶν ὡραιότης, Ὁσιομάρτυρος, τοῦ Νικολάου εὐχαῖς, ἐκ τοῦ βυθοῦ ἀπωλείας, ζοφερᾶς ἀνάγαγε, τοὺς εὐφημοῦντάς σε.

Ἀνάδειξον, Ὁσιομάρτυς Νικόλαε τροπαιοῦχε, ἐν τῷ σκάμματι νικητὰς τοῦ βίου σοὺς πρόσφυγας, ὁ πίστει νικήσας τὸν παλαιμναῖον.

Ἐπίβλεψον...

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Νοσημάτων ἀπάλλαξον, ἀλγεινῶν Νικόλαε τοὺς τιμῶντάς σε, ὡς Λαρίσης ἀρχιστράτηγον, καὶ Βουνένων σέμνωμα περίδοξον.

Ἐξωτέρου Νικόλαε, σκότους καὶ κολάσεως ῥῦσαι ἄπαντας, τοὺς προστρέχοντας σῇ χάριτι, τίμιον ἀνδρείας στηλογράφημα.

Οὐρανίου φρονήματος, πλῆσον τοὺς γεραίροντας σοῦ τῆν ἄθλησιν, στρατηλάτα θεοστήρικτε, τῶν Βουνένων κλέϊσμα Νικόλαε.

Θεοτοκίον.

Ὑψαυχοῦντος τὸ φρύαγμα, δράκοντος πατάξαι ἡμᾶς ἀξίωσον, ταπεινώσεως ἀρχέτυπον, καὶ Ὑψίστου θρόνε χρυσοστόλιστε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Τείχισον ἡμᾶς, τῇ ἀόκνῳ προστασίᾳ σου, ἵνα πάντοτε φρουρούμενοι στεῤῥέ, ὑπὸ σοῦ εἰς ὅρμον θεῖον καταντήσωμεν.

Ἤσχυνας ἑσμόν, τῶν Ἀράβων τῇ ἀνδρείᾳ σου, καὶ Βελίαρ τῇ σεμνῇ σου ἀρωγῇ, εὐσεβῶν ἀκέστορ ἔνθεε Νικόλαε.

Νίκας τῷ λαῷ, τοῦ Θεοῦ δωροῦ πρεσβείαις σου, καὶ συντήρει ἀπειράστους τῆς ἐχθρῶν, πανουργίας τοὺς ἱκέτας σου Νικόλαε.

Θεοτοκίον.

Ἄχραντε ὁδούς, μετανοίας δεῖξον ἅπασι. Σὺ γὰρ πέλεις ποδηγὸς πρὸς τὸν Χριστόν, καὶ Υἱόν σου τῶν ὑμνούντων σε Παντάνασσα.

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ῥανίδας μου, τῶν δακρύων σπόγγισον, μανδηλίῳ τῶν θερμῶν πρεσβειῶν σου, πρὸς τὸν Χριστὸν ὑπὲρ Οὗ καὶ προθύμως, ἐν τοῖς Βουνένοις σὸν αἷμα ἐξέχεας, καὶ τῆς ἀλήκτου χαρμονῆς, τὸν ἱκέτην σου ποίησον μέτοχον.

Ὡς ἔλαφοι, αἱ διψῶσαι τρέχουσιν, ἐφ’ ὑδάτων τὰς πηγὰς οὕτω πάντες, πρὸς τὸν ναόν σου Νικόλαε νέε, τῶν εὐσεβούντων νῦν σπεύδομεν σύλλογοι, ὡς ἄν ἀφθόνως ψυχικῆς, εὐφορίας ἀντλήσωμεν νάματα.

Γαυρίαμα, ὥς ποτε ἠδάφισας, τοῦ ἀλάστορος Νικόλαε Μάρτυς, ἀνατεθεὶς ὁλικῷ τῷ Κυρίῳ, ἐν τοῖς Βουνένων δρυμοῖς οὕτω σκέδασον, καὶ τὰ κινούμενα αὐτοῦ, καθ’ ἡμῶν κραταιὲ βέλη πάντοτε.

Θεοτοκίον.

Ἡγίασε, τὴν ἀγνὴν γαστέρα σου, οἰκητήριον αὐτὴν ὁ ποιήσας, φωτολαμπὲς τοῦ Θεοῦ θεῖος Λόγος, ὁ διὰ σοῦ εἰληφὼς σάρκα βρότειον, καὶ γένος ἅπαν χοϊκόν, Θεοτόκε θεώσας πανύμνητε.

Ἀνάδειξον, Ὁσιομάρτυς Νικόλαε τροπαιοῦχε, ἐν τῷ σκάμματι νικητὰς τοῦ βίου σοὺς πρόσφυγας, ὁ πίστει νικήσας τὸν παλαιμναῖον.

Ἄχραντε...

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ἐκ τῆς Ἑῴας ὁρμώμενος ἤθλησας, ἐν τοῖς Βουνένοις Νικόλαε ἄριστε, καὶ χάριν θαυμάτων ἀπείληφας, ὡς ἀθλητὴς ὑψηλόφρων καὶ Ὅσιος. Διὸ σὲ ἀπαύστως γεραίρομεν.

Προκ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει...

Στ.: Θαυμαστὸς ὁ Θεός...

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ι΄. 16-23)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς: Ἰδοῦ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων. Παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς, καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ὅμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδώσουσιν ὑμᾶς μὴ μεριμνήσητε πῶς ἤ τί λαλήσητε. Δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τὶ λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον. Καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου, ὁ δὲ ὑπομείνας εἰς τέλος σωθήσεται.

Δόξα.

Ταις του Αθλοφόρου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.

Ταις της Θεοτόκου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Ἰδιόμελον. Ἦχος πλ. Β΄. Ὅλην ἀποθέμενοι.

Στίχ.: Ἐλεήμον, ελέησόν με ο Θεός...

Ὡς ἀράχνην ἔλυσας, ἰστὸν ἐπίγειον δόξαν, τῆς Λαρίσης πρώταρχε, τῆς φρουρᾶς Νικόλαε, ἀκατάβλητε. Πέλων γὰρ πάντιμον, τοῦ Χριστοῦ ᾕδυσμα, καὶ λευκάνθεμον πανεύοσμον, πιστοὺς κατηύφρανας, καὶ ἐχθρὸν τὸν πλάνον κατῄσχυνας, ἀόκνου ἐργαστήριον, προσευχῆς καὶ τόλμης γενόμενος, ὅθεν ἐν Βουνένων, τοῖς ἄλσεσιν ἀθλήσας ἀνδρικῶς, ὑπὲρ ἡμῶν χάριν εἴληφας, μεσιτεύειν πάντοτε.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Νικηφόρους ἀγῶνας, κατ’ Ἀράβων τελέσας, στεῤῥὲ Νικόλαε, ἐν ὄρει τοῦ Τυρνάβου, σὺν δήμῳ σῶν συνάθλων, στέφος δόξης ἀπείληφας, καὶ χάριν εὗρες ἀεί, ὐπὲρ ἡμῶν πρεσβεύειν.

Ἀθλητὼν δωδεκάδος, παναλκίμου προΐστωρ, θεόφρον πέφηνας, μεθ’ ὧν νῦν συναγάλλῃ, Νικόλαε ἐν πόλῳ, καὶ πρεσβεύεις ἀείποτε, ὑπὲρ ἡμῶν τῶν πιστῶς, τιμώντων σου τὴν μνήμην.

Ἱερεῖος ὠς θεῖον, προσηνέχθης Κυρίῳ, καὶ θῦμα τέλειον, Νικόλαε ἀθλήσας, ἐν δάσει τῶν Βουνένων, ἀπτοήτῳ φρονήματι, δι’ οὗ πληροῖς καὶ ψυχάς, ἡμῶν ἐν μάχαις βίου.

Θεοτοκίον.

Τῆς ζωῆς μου τὸν χρόνον, δαπανήσας ὁ τάλας, ἀνόμοις πταίσμασι, βοῶ σοι Θεοτόκε, ἐξ ἔργων μου βορβόρου, ἔγειρόν με καὶ σῶσόν με, ἵνα ὑμνῶ σὲ ἀεί, ὐπερευλογημένη.

ᾨδὴ η΄. Τὸν βασιλέα.

Ὀδμὰς ἐκπνέει, ἡ τῶν λειψάνων σου θήκη, μυροβόλους Νικόλαε νέε, ἀντιλῆπτορ θεῖε, τῶν σὲ ὑμνολογούντων.

Ὑπὸ τὴν σκέπην, τῶν σωστικῶν πρεσβειῶν σου, καταφεύγοντες σὲ μελῳδοῦμεν, στρατηλάτα σῶφρον, Νικόλαε Κυρίου.

Μὴ μοῦ παρίδης, τοῦς ἐν βίῳ ἱδρῶτας, καὶ τὸν κόπον ὅν νῦν καταβάλλω, φυλακὴν τηρῆσαι, Νικόλαε θυρίδων.

Θεοτοκίον.

Ἁγνὴ Παρθένε, γενοῦ θερμὴ βοηθός μου, ἐν ἐσχάτῃ τῆς Κρίσεως ὥρᾳ, ἵνα καταδίκης, κολάσεως ἐκφύγω.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἰάσεων ὀμβρίζεις, νάματα ὁ λέπραν, Θεσσαλονίκης δουκὸς τὴν ἀνίατον, ὑπερφυῶς θεραπεύσας κλεινὲ Νικόλαε.

Χαρίτων μυροθήκη, θείων οὐρανόθεν, τοῖς σὲ τιμῶσι Νικόλαε στάλαξον, πταισμάτων λύσεως δρόσον καὶ ἀπολύτρωσιν.

Μαρτύρων θεῖε κόσμε, καὶ Ὁσίων στέμμα, τοὺς σὲ προστάτην ἀνύστακτον ἔχοντας, ἐκ συμφορῶν καὶ παγίδων τοῦ πλάνου λύτρωσαι.

Θεοτοκίον.

Μαρία ἐκτακεῖσαν, τὴν ψυχὴν σοῦ δούλου, ἀνομημάτων φλογμῷ καταδρόσισον, ψεκάσι θείου ἐλέους τοῦ σοῦ καὶ σῶσόν με.

Άξιον εστιν ως αληθώς μακαρίζειν Σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών.


Την τιμιωτέραν των Χερουβίμ, και ενδοξοτέραν ασυγκρίτως των Σερουφείμ, την αδιαφθόρως, Θεόν Λόγον τεκούσαν. την όντως Θεοτόκον, Σε μεγαλύνομεν.

Χαίροις Ἐκκλησίας νεολαμπές, πύρσευμα φωτίζων, θαυμασίων σου ταῖς βολαῖς, τῆς Ἑλλάδος χώραν, Νικόλαε Βουνένων, ὡράϊσμα καὶ κλέος, περικαλλέστατον.

Ἤθλησας Νικόλαε κραταιέ, βλάστημα Ἑῴας, μυροβόλον πανευσθενῶς, ἐν δρυμοῖς Βουνένων, καὶ ηὔφρανας τοὺς δήμους, τῶν εὐσεβῶν τοῖς ὕμνοις, νῦν εὐφημούντων σε.

Χαίροις στρατηλάτα τοῦ Ἰησοῦ, σὺν τῆ δωδεκάδι, τῶν ἀνδρείων σου ὁπλιτῶν, χαίροις ὁ Λαρίσης, Τυρνάβου καὶ Βουνένων, τὴν χθόνα ἀγιάσας, ἄθλοις Νικόλαε.

Χαίροις τῆς Ἑῴας σεπτὸς βλαστός, Ὁσιομαρτύρων, στῦλος ὄντως φωτοειδής, χαίροις τῶν Βουνένων, ὁ θεῖος μαργαρίτης, καὶ φύλαξ εὐσεβούντων, πανιερώτατος.

Νίκας εὐσεβέσι κατὰ παθῶν, δίδου ταῖς λιταῖς σου, καὶ διέγειρον τὰς ψυχάς, πρὸς Κυρίου αἶνον, ἡμῶν σημειοφόρε, Νικόλαε Βουνένων, ἔμψυχον ἄγαλμα.

Πόθῳ ἑορτάσωμεν ἀδελφοί, τὴν φωσφόρον μνήμην, Νικολάου τοῦ θαυμαστοῦ, στέφοντες ἐκθύμως, τοῦ ἕαρος τοῖς ῥόδοις, αὐτὸν ὡς ἄν τῆς θείας, τύχωμεν χάριτος.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου Αποστόων η δωδεκάς, οι Άγιοι Πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

Άγιος ο Θεός, άγιος Ισχυρός, άγιος Αθάνατος ελέησον ημάς (γ΄).

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς. Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν. Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών ένεκεν του ονόματός σου. Κύριε, ελέησον. Κύριε ελήσον. Κύριε ελέησον.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι. Και νυν και αεί και εις τους αιώνας των αιώνων.

Πάτερ ημών ο εν τοις ουρανοίς αγιασθήτω το όνομά σου . Ελθέτω η βασιλεία σου. Γεννηθήτω το θέλημά σου, ως εν ουρανώ και επίτης γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον. Και άφες ημίν τα οφειλήματα ημών ως και ημείς αφίεμεν τοις οφειλέταις ημών. Και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.

Ο Ιερεύς.
Ότι σου εστιν η βασιλεία και η δύναμις και η δόξα του Πατρός και του Υιού και του Αγίου Πνεύματος , νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ἀκεσώδυνον φρέαρ, τοῖς τιμῶσί σε δέδοσαι, πᾶσιν ἀποστάζον εἰρήνης, καὶ ἰάσεων νάματα, ὁπλῖτα ἐν Ἑῴας εὐσθενές, Νικόλαε Βουνένων θησαυρέ, Ἀθλοφόρων καὶ Ὁσίων, περιφανὲς κοσμῆτορ, ὅθεν κράζομεν· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἀνύστακτον φρουρόν, ἡμῖν δωρήσαντι.

Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὰ ἑξῆς. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

Πάντων, τῶν ἐν ὕμνοις μελιχροῖς, τὴν ἀξιοθαύμαστον μνήμην, ἐπιτελούντων σου, πλήρου τὰ αἰτήματα, σοφὲ Νικόλαε, καὶ Χριστὸν καθικέτευε, ὑπὲρ τῶν εκθύμως, ὡς στεῤῥὸν τῆς πίστεως, τιμώντων Μάρτυρα, σὲ καὶ ἀσκητὴ θεόφρον, τὸν ἐν Βουνένοις στεφάνους, νίκης αἰωνίου κομισάμενον.

Δέσποινα πρόσδεξαι...

Τὴν πᾶσαν ἐλπίδα μου...


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

Στηρίξτε......

  • Η σαλάτα του Νεοέλληνα - Δεν θέλω να μπω στο γαϊτανάκι του πολέμου που (για ακόμα μια φορά σε αυτή τη χώρα) έχει ξεσπάσει σχετικά με την επικείμενη συμφωνία των Πρεσπών, μα δεν μπο...
    Πριν από 5 χρόνια