Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν ἐξ Ἑῴας ἀνατείλαντα ὡς ἥλιον, Μαρτύρων κλέος καὶ Ὁσίων ἀκροθίνιον, καταυγάσαντα συνέσει τε καὶ ἀνδρείᾳ, τῶν Βουνένων τοὺς δρυμοὺς νῦν μελῳδήσωμεν, καὶ τὴν ἄθλησιν αὐτοῦ ἐν ὕμνοις στέψωμεν, ἀνακράζοντες· Χαῖρε Μάρτυς Νικόλαε.
Ἄγγελος φωτοφόρος, ἀληθῶς ἀνεδείχθης, Νικόλαε Βουνένων λαμπρότης· (ἐκ γ΄) ἀρετῆς γὰρ ἐκλάμψας βολαῖς, καὶ ἀνδρείας νέε ἀθλητὰ ηὔγασας, πιστοὺς ἀνευφημοῦντάς σε, καὶ ὕμνοις μελιχροῖς βοῶντας·
Χαῖρε βολὶς ἀρετῶν καλλίστων· χαῖρε κρηπὶς ἀθλητῶν ἀρίστων.
Χαῖρε τῆς ἀγάπης ἀστὴρ ὁ ἀνέσπερος· χαῖρε τῆς ἀπάτης πρηστὴρ ὁ ὀλέθριος.
Χαῖρε ὅτι καθηγίασας τῶν Βουνένων τὰς κλιτῦς· χαῖρε ὅτι κατεφώτισας σαῖς αὐγαῖς τοὺς εὐσεβεῖς.
Χαῖρε ὅτι καθεῖλες τῶν Ἀράβων τὰ στίφη· χαῖρε ὅτι ἀνεῖλες τῶν ἀπίστων τὰ πλήθη.
Χαῖρε βροτῶν ταχεῖα ἀντίληψις· χαῖρε πολλῶν νοσοῦντων ἡ ἴασις.
Χαῖρε καρπῶν ζηλωτὰ ἀιωνίων· χαῖρε ναπῶν πεζοπόρε τιμίων.
Χαίροις Μάρτυς Νικόλαε.
Βλάστημα τῆς Ἑῴας, εὐανθὲς καὶ εὐῶδες, ἀνέθηλας σοφίας τὰ ῥόδα, ἐν λειμῶνι γὰρ θείῳ Χριστοῦ, ἐξανθήσας πίστεως καρποὺς ἤνεγκας, ἀνδρείαν καὶ εὐσέβειαν, Χριστὸν ἀξιοχρέως μέλπων·
Ἀλληλούϊα.
Γνώμονα σωφροσύνης, εὐψυχίας καὶ τόλμης, οἰόμενός σε εἶναι ὁ Λέων, τῶν ἡθῶν δὲ ἰδὼν εὐσταθές, καὶ τῆς γνώμης σου τὸ ἐμβριθὲς ὥρισε, Λαρίσης σὲ ταξίαρχον, καὶ ἔσπευσεν βοᾶν σοι ταῦτα·
Χαῖρε ἠθῶν χρυσοῦν ἐκμαγεῖον·
χαῖρε κανὼν ὁπλιτῶν ἀνδρείων.
Χαῖρε ἀπαθείας ὡραῖον θησαύρισμα·
χαῖρε ἀριστείας τὸ ἔμπνουν ἐκτύπωμα.
Χαῖρε ὁ τῷ θείῳ γάλακτι εὐσεβείας ἐκτραφείς·
χαῖρε ὁ χλαμύδα πίστεως τῆς ἀμώμου ἐνδυθείς.
Χαῖρε ὁ τῆς σοφίας τοὺς καρποὺς ἀγαπήσας·
χαῖρε ὁ τὴν μωρίαν παιδιόθεν μισήσας.
Χαῖρε υἱὲ τῆς χάριτος γνήσιε·
χαῖρε ναὲ ἁγνείας πολύφωτε.
Χαῖρε Σταυροῦ ὁ τῷ σθένει ἰσχύσας·
χαῖρε, τὸν ῥοῦν μαρτυρίου ὁ πλεύσας.
Χαίροις Μάρτυς Νικόλαε.
Δῶρον τοῖς Λαρισαίοις, τιμαλφὲς ἀπεστάλης, Νικόλαε τῆς πίστεως βάθρον. Τὴν σὴν ὄθεν βροτῶν οἱ χοροί, εὐτολμίαν ἅμα καὶ βουλὴν βλέποντες, ἐθαύμαζον καὶ ἔψαλον, εὐσχήμως τῷ Χριστῷ βοῶντες·
Ἀλληλούϊα.
Ἔλαμψας ὥσπερ ἄλλος, φωταυγὴς καὶ φωσφόρος, ἀστὴρ ἐν Θετταλίᾳ τρισμάκαρ. Τῶν πιστῶν οὖν εὐφράνας τὸν νοῦν, καὶ ψυχὰς φαιδρύνας σῶν ἀνδρῶν πράξεσι, καὶ ῥήμασιν ἐνθέοις σου, συνήγειρας αὐτοὺς βοᾶν σοι·
Χαῖρε κρατὴρ χαρισμάτων θείων·
χαῖρε λαμπτὴρ δωρεῶν τιμίων.
Χαῖρε εὐρωστίας τὸ κρίνον τὸ εὔοσμον·
χαῖρε εὐκοσμίας στρουθίον τὸ εὔλαλον.
Χαῖρε τύπος ἐνθεώτατος εὐκλεῶν στρατιωτῶν·
χαῖρε πύργος ἀδιάσειστος στεῤῥοψύχων ἀθλητῶν.
Χαῖρε ὅτι Ἀράβων καταπαύεις μανίαν·
χαῖρε ὅτι ἀφρόνως ἐκδιώκεις σκοτίαν.
Χαῖρε σεπτῶν μαρτύρων ὡράϊσμα·
χαῖρε πολλῶν στενόντων διάσωσμα.
Χαῖρε λαμπρὸς θησαυρὸς Λαρισαίων·
χαῖρε πυρσὸς ὁπλιτῶν παναλκίμων.
Χαίροις Μάρτυς Νικόλαε.
Ζῆλον ἔνθεον ἔχων, εὐσεβοῦς πολιτείας, ἐπτέρωσας τὸν νοῦν πρὸς λειμῶνας, τῆς ἐν πόλῳ ἀλήκτου χαρᾶς, πρὸς ἥν καὶ ἀνδρῶν σου τὰς ὁδοὺς ἴθυνας, Νικόλαε πανένδοξε, τῶν πίστει ἐκ ψυχῆς βοώντων·
Ἀλληλούϊα.
Ἤγαγες σοῦς ὁπλίτας, καὶ ἀμάχων τὸ πλῆθος, πρὸς ὄρη τοῦ Τυρνάβου αἰσίως, τῶν θηρῶν γὰρ φυγὼν τὰς ὀρδάς, τοῦ λαοῦ τὸ πόθον εἰς Χριστὸν ηὔξανες, νηστείαις καὶ ἐντεύξεσι. Διό σοι εὐθαρσῶς βοῶμεν·
Χαῖρε ἐσθλῶν αἰωνίων βῆμα·
χαῖρε πολλῶν θαυμασίων σῆμα.
Χαῖρε θεϊκῶν χαρισμάτων ὁ ἔμπλεως·
χαῖρε ψυχικῶν ἀρετῶν ὁ ἀνάπλεως.
Χαῖρε ὅτι κατεπάτησας τῶν ἀπίστων τὰς ὁρμάς·
χαῖρε ὅτι κατηγλάϊσας εὐσεβούντων τᾶς ψυχάς.
Χαῖρε τῆς Θετταλίας πολυδόξαστον γέρας·
χαῖρε τῆς Ἐκκλησίας θεοτίμητον κέρας.
Χαῖρε βροτῶν Ἁγίων ὑπόδειγμα·
χαῖρε στεῤῥῶν ἀρχόντων ὡράϊσμα.
Χαῖρε εἰκὼν εὐλαβοῦς πολιτείας·
χαῖρε λειμὼν ευθαλὲς σωτηρίας.
Χαίροις Μάρτυς Νικόλαε.
Θεοφόβως σχολάζων, ὦ Νικόλαε θεῖε, ἐν ἄλσεσι Τυρνάβου σὺν πάσῃ, συνοδείᾳ τῇ σῇ ὡς δεκτήν, τῷ Θεῷ θυσίαν παννυχὶ ἔφερες, δακρύων σου τὰ χεύματα, Χριστῷ ἀδιαλείπτως ψάλλων·
Ἀλληλούϊα.
Ἰσουράνιον ὕμνον, τῷ Δεσπότῃ προσῇδεν, Χριστῷ ἡ γεραρὰ λεγεών σου, ἀναμένουσα τὴν προσβολήν, τῶν ἐχθρῶν πρὸς ἄθλους ἑαυτὴν ἔνδοξε, ἀσμένως προηυτρέπιζε, καὶ σοὶ τῷ ἀρχηγῷ ἐβόα·
Χαῖρε ὀλκὰς εὐσεβοῦς ἀνδρείας·
χαῖρε λαμπὰς τῆς Θεοῦ σοφίας.
Χαῖρε ὁ φαιδρύνας πιστῶν τὴ διάνοιαν·
χαῖρε ὁ αἰσχύνας Ἀράβων τὴν ἄνοιαν.
Χαῖρε στῦλε θεοστήρικτε Λαρισαίων εὐλαβῶν·
χαῖρε Νεῖλε καλλιρεέθρε θεοσδότων ἀρετῶν.
Χαῖρε ὅτι ἡγήσω ἀθλητῶν παναλκίμων·
χαῖρε ὅτι ἀπώσω τὰς ὀρδὰς τῶν ἀνόμων.
Χαῖρε πυρᾶς ἁγίας ζωπύρημα·
χαῖρε λιβὰς ψυχὰς καταρδεύσουσα.
Χαῖρε δι’ οὗ ὁ Χριστὸς ἀνυμνεῖται·
χαῖρε δι’ οὗ ὁ Βελίαρ τροποῦται.
Χαίροις Μάρτυς Νικόλαε.
Κῆρυξ τῆς τρισακτίνου, καὶ πανσόφου Τριάδος, ἐπώφθης διαπρύσιος ὄντως, ἀκλινῶς γὰρ κηρύσσων Χριστοῦ, τὴν ἁγίαν πίστιν ἐκ ψυχῆς ἄριστε, τὰς τρίβους ἐπεπόθησας, Μαρτύρων διοδεῦσαι ψάλλων·
Ἀλληλούϊα.
Λάμψας ὡς ἑωσφόρος, τηλαυγὴς ἀσθενίας, ἐν τῷ κατὰ βαρβάρων πολέμῳ, τῶν ἐν ὄρει Τυρνάβου ἀκμήν, ζοφερὰν μάχαιραν ἀθλητὰ ἔφυγες, καὶ ἔδραμες ὡς ἔλαφος, χωρῆσαι μονασταῖς βοῶσι·
Χαῖρε σεπτὸν ἀθλοφόρων κλέος·
χαῖρε τερπνὸν μονοτρόπων ἄνθος.
Χαῖρε τῆς φθορᾶς τοῦ σατὰν ἡ κατάλυσις·
χαῖρε τῆς χαρᾶς τῆς ἀλήκτου ἐκτύπωσις.
Χαῖρε δόξα καὶ ὡράϊσμα ἐκκλησίας τοῦ Χριστοῦ·
χαῖρε καύχημα καὶ στήριγμα τοῦ πιστεύοντος λαοῦ.
Χαῖρε ἄρουρα θείας ἀρετὰς γεωργοῦσα·
χαῖρε μάχαιρα πάντας τοὺς ἐχθροὺς ἀναιροῦσα.
Χαῖρε ὀσμὴ λαμπρᾶς ἐναθλήσεως·
χαῖρε τομὴ Ἀράβων πλανήσεως.
Χαῖρε ὀφρῦν πονηροῦ ὁ πατήσας·
χαῖρε ἀχλὺν σκοτασμοῦ ὁ σκεδάσας.
Χαίροις Μάρτυς Νικόλαε.
Μέγας ἐν τῇ ἀζύγων, ὁμηγύρει ἐπώφθης, Νικόλαε δρυμοῦ τῶν Βουνένων, ἐνασκήσει γὰρ σῇ γεραρᾷ, ὑπερέβης πάντας ἀρετῇ ὄλβιε, καὶ στάσεσι παννύχοις σου, τῷ Κτίστῃ καὶ Θεῷ ἐβόας·
Ἀλληλούϊα.
Νίκην ἔνδοξον Πάτερ, κατ’ ἐχθρῶν ἀοράτων, ἐπήνεγκας καὶ κράτος τοῦ πλάνου, ἀντιχρίστου ἀόκνοις εὐχαῖς, ἀσιτίᾳ καὶ ὑπομονῇ ἔθραυσας. Διό σε μακαρίζοντες, ἐκθύμως σοι βοῶμεν ταῦτα·
Χαῖρε πιστῶν Ὀρθοδόξων κλέος·
χαῖρε πολλῶν κακοδόξων μένος.
Χαῖρε τῶν ἀπίστων ὀρδῶν μέγα σύντριμμα·
χαῖρε τῶν ἁγίων ὁρμῶν θεῖον ἔναυσμα.
Χαῖρε τεῖχος καὶ ὀχύρωμα εὐσεβῶν χριστιανῶν·
χαῖρε δόξα καὶ ἀπαύγασμα ἀθλητῶν καὶ μοναστῶν.
Χαῖρε ὁ τῆς ψυχῆς σου ἐκκαθάρας εἰκόνα· χαῖρε ὁ Θετταλίας ἁγιάσας τὴν χθόνα.
Χαῖρε Χριστοῦ ἀγάπη ὑπέρβασις·
χαῖρε πιστοῦ λαοῦ ὑποτύπωσις.
Χαῖρε Ὁσίων λαμπρὸν συμπολίτης·
χαῖρε Μαρτύρων Χριστοῦ ἡ ἡδύτης.
Χαίροις Μάρτυς Νικόλαε.
Ξενωθεὶς τῶν ἐν κόσμῳ, γεηρῶν καὶ ἡδέων, βασάνων ἐξενίσθης οὐδόλως, ἀλλ’ ὑπέμεινας πάντα ψυχῇ, ἀπτοήτῳ ὄντως Ἀθλητῶν καύχημα, Νικόλαε πρὸς Κύριον, κραυγάζων ἀῤῥυπώτῳ γλώττῃ·
Ἀλληλούϊα.
Ὄλβον ἄσυλον ἔχων, τὴν ἁγίαν σου πίστιν, ἐπάταξας Ἀράβων μανίαν, ἐκμιμούμενος γὰρ τὸ σεπτόν, τοῦ Σωτῆρος πάθος Ἀθλητὰ πάντιμε, ἐτρώθης τῇ ἰδίᾳ σου, τῇ λόγχῃ ὄθεν σοὶ βοῶμεν·
Χαῖρε σεμνὸς ἐραστὴς τοῦ Λόγου·
χαῖρε ἀμνὸς τοῦ Θεοῦ Ποιμένος.
Χαῖρε ὁ σπορεὺς τῆς ἀγάπης τῆς κρείττονος·
χαῖρε ὁ τομεὺς τῆς ἀπάτης τῆς χείρονος.
Χαῖρε ἥδυσμα παρήγορον τῶν ἐν θλίψεσι πιστῶν·
χαῖρε ἔρεισμα στεῤῥότατον κλονουμένων καρδιῶν.
Χαῖρε ὅτι τῇ λόγχῃ τὴν πλευρὰν ἐκεντήθης·
χαῖρε ὅτι τῇ τόλμῃ ἀθλητὰς ἐμιμήθης.
Χαῖρε κανὼν τιμίας ἀθλήσεως·
χαῖρε εἰκὼν ἐνθέου φρονήσεως.
Χαῖρε πηγὴ ἀειῤῥόων θαυμάτων·
χαῖρε στάχτη μυριπνόων καμάτων.
Χαίροις Μάρτυς Νικόλαε.
Πλήρης ὦν τῆς ἰσχύος, τοῦ Θεοῦ τὴν σὴν λόγχην, ἀντέταξας κατὰ τῶν βαρβάρων, καὶ Βουνένων τοὺς θείους δρυμούς, σαῖς ῥοαῖς αἱμάτων εὐσταλὲς Ἅγιε, ἡγίασας τῶν θείων σου, Κυρίῳ τῷ Χριστῷ κραυγάζων·
Ἀλληλούϊα.
Ῥωσιν εὗρες αὐτίκα, ὡς ἐκλάμποντα εἶδε, σὲ κάτωθεν δρυὸς ὁ ἐκ λέπρας, πάσχων δοὺξ καὶ πλησθεὶς παντελοῦς, ὑγεῖας θεῖόν σοι ναὸν ἤγειρε, γηθόμενος Νικόλαε, καὶ πίστει σοι ἐβόα ταῦτα·
Χαῖρε χρωστὴρ χαρισμάτων θείων·
χαῖρε λαμπτὴρ ἀρετῶν παντοίων.
Χαῖρε τῶν πιστῶν ὁ λιμὴν ὁ πανεύδιος·
χαῖρε τῶν λεπρῶν ὀ πυθμὴν τῆς ἰάσεως.
Χαῖρε αὔρα ἀναψύχουσα ἀθλουμένων τοὺς χορούς·
χαῖρε λύρα ἡ εὐφραίνουσα ὕμνοις τόλμης τοὺς πιστούς.
Χαῖρε ὅτι ᾐκίσθης καὶ δρυΐ προσεδέθης·
χαῖρε ὅτι ἐδείχθης ἰατρῶν ἡ ἀκρότης.
Χαῖρε σφραγὶς χαρᾶς ἀνεξίτηλος·
χαῖρε παγὶς τοῦ πλάνου ἀλάστορος.
Χαῖρε δι’ οὗ δυσσεβεῖς πυρπολοῦνται·
χαῖρε ὑφ’ οὗ εὐσεβεῖς φρυκτωροῦνται.
Χαίροις Μάρτυς Νικόλαε.
Σύσσωμος Ὀρθοδόξων, ἡ ὁμήγυρις ᾄδει, Νικόλαε θαυμάτων σου πλῆθος, ἀομμάτους γὰρ βλέπειν ποιεῖς, καὶ χωλοὺς τοῦ Πνεύματος ἰᾷ χάριτι. Διόπερ σε γεραίροντες, Κυρίῳ ἐκβοῶμεν πάντες·
Ἀλληλούϊα.
Τῆς ἐν πόλῳ παστάδος, ἀπολαύων νῦν αἴγλης, ὠς Μάρτυς τοῦ Χριστοῦ στεφηφόρος, ἀνεδείχθης ψυχῶν ἰατρός, καὶ φθαρτῶν σωμάτων γεραρὲ Ἅγιε, ἀφθόνως βρύων ἅπασιν, ἰάματα τοῖς σοὶ βοῶσι·
Χαῖρε τὸ ᾄσμα τῶν Ἀρχαγγέλων·
χαῖρε τὸ ψάλμα τῶν Ἀσωμάτων.
Χαῖρε πενομένων ἡ θεία παράκλησις·
χαῖρε ἀσθενοῦντων ταχεῖα ἀνάῤῥωσις.
Χαῖρε σῆμα γενναιότητος τὸ ἐν μάχαις ἐκπεμφθέν·
χαῖρε θῦμα ἱερώτατον τῷ Κυρίῳ προσαχθέν.
Χαῖρε ὅτι ἐδέξω στέμμα τῆς εὐποιΐας·
χαῖρε ὅτι ἐδρέψω ἀγλαΐας τιμίας.
Χαῖρε θνητῶν ἁγίων ὑπόδειγμα·
χαῖρε λαμπρῶν Μαρτύρων ὡράϊσμα.
Χαῖρε δι’ οὗ ἐκλαμπρύνεται πίστις· χαῖρε δι’ οὗ μεγαλύνεται Κτίστης.
Χαίροις Μάρτυς Νικόλαε.
Ὑμνοις χρὴ ἁρμονίοις, καὶ ᾠδαῖς σου γεραίρειν, Νικόλαε τρισμάκαρ τὸν βίον, ἐνδυθεὶς γὰρ χιτῶνα φωτός, ὡς ἀστὴρ φωσφόρος ἐν τῇ γῇ ἤστραψας, καὶ πάντας σὺ κατέπιθες, κραυγάζειν τῷ Χριστῷ εὐτόλμως·
Ἀλληλούϊα.
Φλέγει πᾶσαν δαιμόνων, τὴν μανίαν ἡ χάρις, ἡ ἄνωθεν δοθεῖσά σοι Μάρτυς, καὶ πιστοὺς ἀναψύχει ταχύ, τοὺς τῇ σῇ ἐνθέρμῳ ἀρωγῇ σπεύδοντας, Νικόλαε πανένδοξε, ἐκθύμως δὲ ἀναβοῶντας·
Χαῖρε καρπῶν ἡδυβόρων μῖγμα·
χαῖρε βροτῶν ἀκηράτων δεῖγμα.
Χαῖρε Ἀθλητῶν ἀγλαότατον δώρημα·
χαῖρε γηγενῶν ἐνθεώτατον στόλισμα.
Χαῖρε γέννημα πανθαύμαστον ἐξ Ἑῴας προελθόν·
χαῖρε ἄτλημα ἡδύτατον πρὸς ἀνάψυξιν πιστῶν.
Χαῖρε ἀθανασίας ἀῤῥαγέστατος οἶκος·
χαῖρε τῆς εὐτολμίας ὁ λαμπρότατος τύπος.
Χαῖρε Χριστοῦ τῆς πίστεως ἔσοπτρον·
χαῖρε ἐχθροῦ μωρίας τὸ δρέπανον.
Χαῖρε πολλῶν ἀσθενῶν θεραπεία·
χαῖρε βροτῶν ἀγλαὴς θυμηδία.
Χαίροις Μάρτυς Νικόλαε.
Χόρευε τῶν Βουνένων, ἡ περίχωρος πᾶσα, καὶ σκίρτησον τερπνῶς ὅτι μέγα, καὶ λαμπρὸν ἄστρον πάντας πιστούς, καταυγάζον πόνων ταῖς βολαῖς ἔλαμψε, Νικόλαος ὁ ἔνδοξος, ὅν μέλποντες φαιδρῶς βοῶμεν·
Ἀλληλούϊα.
Ψάλοντές σου τοὺς ἄθλους, ἀνυμνοῦμέν σε πάντες, ὡς πίστεως γενναῖον ὁπλίτην. Σὺ γὰρ νὺν τῷ Κυρίῳ συνών, ἱκετεύεις δοῦναι τοῖς πιστοῖς ἔλεος, καὶ χάριν ὦ Νικόλαε, τοῖς πόθῳ ἐκβοῶσι ταῦτα·
Χαῖρε ὁπλῖτα Χριστοῦ γενναῖε·
χαῖρε πολῖτα Ἐδὲμ ὡραῖε.
Χαῖρε λεγεῶνος Λαρίσης ὁ πρώταρχος·
χαῖρε ἀμπελῶνος Κυρίου ὁ σύμφυτος.
Χαῖρε τεῖχος ἀκλινέστατον προτειχίζον τοὺς πιστούς·
χαῖρε νῖκος θεοβράβευτον κατευφραῖνον τοὺς λαούς.
Χαῖρε ὅτι σωμάτων ἀλγηδόνας κουφίζεις·
χαῖρε ὅτι μερόπων τὰς αἰτήσεις ξενίζεις.
Χαῖρε λαμπὰς τῆς θείας ἐλλάμψεως·
χαῖρε δορκὰς τῆς ἄνω λαμπρότητος.
Χαῖρε σαρκὸς παριδὼν τὰς κακώσεις·
χαῖρε πιστῶς ὑπομείνας στρεβλώσεις.
Χαίροις Μάρτυς Νικόλαε.
Ὤ Νικόλαε μάκαρ, ἀθλητῶν ὡραιότης, καὶ πάνσεπτον Ὁσίων πυξίον (ἐκ γ΄), κλῖνον τάχος εὐήκοον οὖς, ταῖς ἡμῶν ἀόκνοις προσευχαῖς πάνσοφε, καὶ τῆς γεέννης ἅπαντας, ἐκλυτρώσαι τοὺς ἐκβοῶντας·
Ἀλληλούϊα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.