Παρασκευή, 13 Αυγούστου 2010

Άγιος Νεκτάριος: Ύμνος β΄. Εις την αειπάρθενον Θεοτόκον. Φωταγωγικός (Θεοτοκάριον)



1. 
Μήτηρ φωτός αδύτου φωτί σου φώτισόν με,
απέλασον τα σκότη και όλον άγνισόν με.

2.
Φωτιστικαί ακτίσι τον νουν καταύγασόν μου, 
τας φρένας την καρδίαν φωτός Σου έμπλησόν μου.

3.
Βαδίζειν φώτισόν με ορθώς Παρθενομήτορ,
τας θείας τρίβους κόρη, αγνή θεοκυήτορ.

4. 
Ομίχλην των παθών μου διάλυσον φωτί Σου, 
διάνοιξον τας κόρας τη θεία χάριτί Σου. 

5. 
Τον νουν μου σκοτισθέντα καταύγασον αυγή Σου,
και σκέδασον την πλάνην των λογισμών φωτί Σου.

6. 
Πύλη φωτός Παρθένε σκηνή του Μαρτυρίου, 
φωτί Σου λάμπρυνόν με θρον' αγλαέ Κυρίου.

7. 
Νεφέλη φωτοφόρε φωτόνυμε Μαρία, 
ρύσαί με Σαις πρεσβείαις Μήτερ Υπεραγία. 

8. 
Πάναγνε φωτοτόκε Ναέ ηγιασμένε, 
πίστεως φως μοι δίδου αεί Μήτηρ Παρθένε,

9. 
Υπέρφωτε Μαρία Συ φωταγώγησόν με, 
ελπίδα δ' ουρανίαν αγνήν χορήγησόν μοι. 

10. 
Αγάπης αειφώτου πλήρου μου την καρδίαν 
και πάρεχέ μοι λόγον προς θείαν υμνωδίαν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Στηρίξτε......