ΑΓΑΠΗΜΕΝΟ ΙΣΤΟΛΟΓΙΟ

Τετάρτη 7 Ιουλίου 2010

Άγιος Προκόπιος ο μεγαλομάρτυρας (Ακολουθία του Εσπερινού)


Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνὴρ. Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. 

Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Ἀφωρισμένος ὑπάρχων ἀπὸ κοιλίας μητρός, ὑπὸ Θεοῦ πανσόφως, οὐρανόθεν τὴν κλῆσιν, ἔσχες κατὰ Παῦλον· ὅθεν μαθών, τὰ ἑκούσια πάθη Χριστοῦ, κῆρυξ αὐτοῦ ἀνεδείχθης καὶ ζηλωτής, ἀληθῶς Μάρτυς Προκόπιε.

Τῇ μυστικῇ παντευχίᾳ καθωπλισμένος σοφέ, νικοποιῷ τροπαίῳ, τοῦ Χριστοῦ τῷ σημείῳ, Προκόπιε θεόφρον θράση ἐχθρῶν, δυσμενῶν ἐξηφάνισας· καὶ τῶν εἰδώλων τὰ ξόανα καθελών, μέχρις αἵματος ἐνήθλησας.

Ὡς τὸ στρατόπεδον πάλαι σὺν ταῖς πισταῖς γυναιξί, τῷ οὐρανίῳ Μάρτυς, Βασιλεῖ καὶ Δεσπότῃ, προσήγαγες Κυρίῳ· οὕτω καὶ νῦν, τοὺς τελοῦντας τὴν μνήμην σου, ταῖς σαῖς πρεσβείαις προσάγαγε τῷ Χριστῷ, ὦ Μαρτύρων ἐγκαλλώπισμα.

Ἕτερα Στιχηρὰ προσόμοια. Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Ἄστρον ἀνατέταλκας, ἐκ τῆς Ἑώας πολύφωτον, καταυγάζων Προκόπιε, τοῦ κόσμου τὰ πέρατα, ταῖς θεοσημείαις, καὶ τῇ καρτερίᾳ, τῶν ἀλγεινῶν ὡς ἀληθῶς, καὶ ταῖς τῶν ἄθλων μεγίσταις λάμψεσι· διό σου τὴν πανέορτον, καὶ φωτοφόρον πανήγυριν, ἑορτάζομεν σήμερον, ἀθλοφόρε Προκόπιε.

Σῶμά σου Προκόπιε, καταξεόμενον ἔνδοξε, καὶ πυρὶ δαπανώμενον, εἱρκταῖς συγκλειόμενον, ὁμιλοῦν παντοίαις, ἰδέαις βασάνων, ξίφει τεμνόμενον σοφέ, τὴν βασιλείαν σοι προεξένησε, παμμάκαρ τὴν οὐράνιον, ἐν ᾗ χορεύεις γηθόμενος, ἀθλοφόρε πολύαθλε, τῶν Ἀγγέλων συμμέτοχε.

Δῆμον προσενήνοχας, τῷ ποιητῇ διὰ πίστεως, ἱερῶς ἐναθλήσαντα, θεόφρον Προκόπιε, μεθ᾿ ὧν τῶν Μαρτύρων, χοροῖς ἠριθμήθης, καταβαλὼν τὸν δυσμενῆ, ἀνδρειοφρόνως ἀξιοθαύμαστε· διό σε μακαρίζομεν, ὡς στρατιώτην ἀήττητον, ὡς γενναῖον ἀδάμαντα, ὡς τῆς πίστεως πρόμαχον.


Δόξα. Ἦχος πλ. β´.
Ἐξέλαμψε σήμερον, ἡ ἔνδοξος μνήμη σου, Προκόπιε πολύαθλε, συγκαλοῦσα ἡμᾶς τοὺς φιλεόρτους, πρὸς εὐφημίαν καὶ δόξαν, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ὅθεν καὶ προστρέχοντες, ἐν τῇ σορῷ τῶν λειψάνων σου, ἰαμάτων χαρίσματα λαμβάνομεν· καὶ τὸν σὲ στεφανώσαντα Σωτῆρα Χριστόν, ἀνυμνοῦμεν εἰς αἰῶνας, ἀκαταπαύστως δοξάζοντες.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υίὸς μονογενής, ὸ αὐτὸς ὲκ σοῦ τῆς άγνῆς προἥλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ίκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ῄμῶν.

Είσοδος, Φῶς Ἱλαρόν, το προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἄναγνώσματα,

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἱδιόμελα, Γερασίμου Μικραγιαννανίτου. Ἦχος α´.
Ἀγάλλου ἐν Κυρίῳ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, καὶ χόρευε ἐν Πνεύματι, ἐπὶ τοῖς θείοις μεγαλείοις. Ἰδοὺ γὰρ ὁ ἐξ ἐθνῶν σε μνηστευσάμενος, φῶς ἐκ σκότους σοι ἐξήγαγε, καὶ νυμφαγωγὸν εὐκλεῆ, ἐξ ἀσεβείας σοι ἀνέδειξε, Προκόπιον τὸν ἔνδοξον, τὸν ἐν ἀθλήσει ἀήττητον· ὑψόθεν γὰρ τοῦτον ζωγρήσας, σκεῦος ἐκλογῆς εἰργάσατο, καὶ τῶν οἰκείων παθῶν, στρατιώτην ἄριστον· ὅθεν τὴν θαυμαστὴν αὐτοῦ πρόνοιαν, τὴν ἀσφαλῶς σε διέπουσαν, μεγάλυνον βοῶσα· Εὔσπλαγχνε Κύριε, πρεσβείαις τοῦ Αθλοφόρου σου, δώρησαι τῷ λαῷ σου, εἰρήνην ἀμετάπτωτον, καὶ τὸ μέγα ἔλεος.

Ἦχος β´.
Ὡς προκόπτων ἐν Θεῷ, πάντας πρέσβευε Ἀθλοφόρε, προκόπτειν ἐν αὐτῷ Μαρτύρων κλέος, μέγιστε Προκόπιε, ὡς παῤῥησίαν ἔχων πρὸς αὐτόν, καὶ τῷ τούτου θρόνῳ ἀεὶ παριστάμενος, ἐν θεαρέστοις ὁδοῖς καὶ θείαις πράξεσιν, εὐαρεστοῦντας αὐτῷ καὶ σὲ μακαρίζοντας.

Ἦχος β´. Βυζαντίου.*
Ὡς προκόπτων ἐν Θεῷ, πάντας πρέσβευε ἀθλοφόρε, προκόπτειν ἐν αὐτῷ, Μαρτύρων κλέος μέγιστε Προκόπιε, ὡς παῤῥησίαν ἔχων πρὸς αὐτόν, καὶ τῷ τούτου θρόνῳ ἀεὶ παριστάμενος, ἐν θεαρέστοις ὁδοῖς, καὶ θείαις πράξεσιν, εὐαρεστοῦντας αὐτῷ, καὶ σὲ μακαρίζοντας.

Ἦχος γ´.
Τὶς ἐπαξίως διηγήσεται, τῶν ἀγώνων σου τὰ τρόπαια, Ἀθλοφόρε Προκόπιε; Σὺ γὰρ θεόκλητος ὁφθείς, στρατιώτης ἀκραιφνής, τοῦ ἐκλεξαμένου σε πέφηνας, ἐν ᾧ καὶ ἐθριάμβευσας, τῶν εἰδώλων τὸ ἀσθενές· ὦ τοῦ θαύματος! ὁ πρώην διώκτης, τῆς εὐσεβείας κῆρυξ, διαπρύσιος γέγονας, καὶ ὁ τῆς πλάνης συνήγορος, τῆς Τριάδος ἐδείχθης ὑπέρμαχος. Ἔργον τοῦτο τῆς δεξιᾶς σου Κύριε, τῆς συνεργούσης εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς· δι᾽ ὧν καὶ ἡμῖν παράσχου τὰ ἐλέη σου.

Ἦχος γ´. Γερμανοῦ.*
Νεανικὴν ἄγων τὴν ἡλικίαν, ὥσπερ ὁ θεσπέσιος Παῦλος, ἐκ τῶν ὑψίστων τὸ θεῖον χάρισμα ἐδέξω, καὶ τοῦ δεινοῦ πολεμήτορος τὰ θράση, τῇ πανοπλίᾳ τοῦ Σταυροῦ κατέβαλες. Μαρτύρων τὸ καύχημα, ἀθλοφόρε Προκόπιε, ὑπὲρ ἡμῶν πρὸς Κύριον ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ´.
Στρατευσάμενος Χριστῷ τὴν θεόσδοτόν σου κλῆσιν, τοῖς ἔργοις ἐβεβαίωσας, Προκόπιε ἔνδοξε· σὺ γὰρ φερωνύμως προκόπτων τοῖς κρείττοσιν, ἀπὸ δόξης εἰς δόξαν, δι᾿ ἀθλήσεως ἔδραμες, ὡς τῆς εἰκόνος τοῦ Κυρίου σύμμορφος· ᾧ καὶ ὡς τερπνὸν καλλιέργημα, τῇ γεωργίᾳ τῶν ἄθλων σου, Μαρτυρικὸν χορὸν προσήγαγες· ἐν ᾧ διαλάμπων ὡς ἥλιος φαιδρὸς ἐκ σκότους παθῶν ἡμᾶς ᾶπάλλαξον, ταῖς θείαις ίκεσίαις σου.

Ἦχος δ´. Κυπριανοῦ.*
Αἶνος τῷ Θεῷ, ἐκ χοϊκῶν χειλέων προσᾴδεται, ἐπὶ τῇ θείᾳ μνήμῃ σου, Προκόπιε πολύαθλε· σὺ γὰρ ὤφθης ἀκραιφνὴς στρατιώτης, τοῦ λόγου τῆς πίστεως, φαυλίσας ἐν τῷ σκάμματι, τῶν εἰδώλων τὰς μορφάς· καὶ νῦν προσερείσθης τῷ φέγγει τῆς Τριάδος, καταπυρσεύων ἡμῶν, τὰς διανοίας ταῖς πρεσβείαις σου.

Ἦχος πλ. α´.*
Ἡ Ἐκκλησία σήμερον, στολισαμένη τοῖς ἄθλοις σου, Μάρτυς τοῦ Χριστοῦ, εὐφραίνεται, καὶ τὴν σὴν παγγέραστον μνήμην, κατ᾿ ἀξίαν εὐφήμως κραυγάζει γεραίρουσα· Χαίροις ὁ τὸν Παῦλον ζηλώσας, καὶ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἀράμενος, καὶ τὰς παγίδας συντρίψας τοῦ ἀντιπάλου. Χαίροις Μαρτύρων τὸ καύχημα, καὶ βασιλέων κραταίωμα, Προκόπιε πολύαθλε, ὑπὲρ ἡμῶν πρὸς Κύριον, μὴ διαλίπῃς πρεσβεύων, ὡς παῤῥησίαν ἔχων, ἀθλοφόρων ἐγκαλλώπισμα.

Δόξα, Ἦχος πλ. α´,
Νεανικῇ ἐμπρέπων ἡλικίᾳ ὑπερφυοῦς ᾶποκαλύψεως, ἠξιώθης Προκόπιε· ἐν Σταυρῷ γαρ ὁραθείς σοι ὁ Χριστός, πρὸς οἰκείαν ἐπίγνωσιν, ὡς τὸν Παῦλόν σε ἐκάλεσεν· ὅθεν τῆς εὐσεβείας μυηθεὶς τὸ μυστήριον, πρὸς ἀθλητικοὺς ἀγῶνας, ἀνδρείως παρετάξῳ τῇ γὰρ ἰσχύϊ τοῦ ὀφθέντος σοι ῥωννύμενος, ὡς ἄσαρκοτ ἠνδραγάθησας. Ἀλλ᾿ ὦ Μαρτύρων ἀγλάϊσμα, ἵλεων ήμῖν ἀπέργασαι, τῇ ἀθλητικῇ σου παῤῥησίᾳ τὸν μόνον εὐδιάλακτον.

Καὶ νῦν, Θεοτοκίον. Ἦχος ὸ αὐτός,
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἅσειστον, τὸ τεἴχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν στίχον, στιχηρὰ προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν μάρτυσιν.
Οὐρανόθεν ἡ κλῆσίσ σου, ὡς τοῦ κήρυκος γέγονε, τῶν ἐθνῶν Προκόπιε παναοίδιμε· καὶ φωτισθεὶς τὴν διάνοιαν, τὸ σκότος κατέλιπες τῶν εἰδώλων, καὶ φωστήρ τῶν πιστῶν ἐχρημάτισας, θείαις λάμψεσι, τῶν σεπτῶν σου ἀγώνων καταυγάζων, τὰ πληρώματα τοῦ κόσμου, κλέος Μαρτύρων καὶ καύχημα.

Στίχ. Θαυμαστὀς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἐγκρατείᾳ τὸ πρότερον, τῆς σαρκὀς τὰ κινήματα, χαλινώσας ὑστερον, πρὸς την ἄθλησιν, ἀνδρειοφρόνως ἐχώρησας, παμμάκαρ Προκόπιε, ἀφειδήσας τῆς σαρκός, τῆ δυνάμει τοῦ Πνεύματος· ὅθεν ἅπασαι, ὑπομείνας ἰδέαν τῶν βασάνων, στεφηφόρος πρὸς τὰς ἄνω, χοροστασίας ἀνέδραμες,

Στίχ.: Τοῖς Αγίοις τοῖς ἐν τῆ γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Στρατηγὸς ὡς ἀήττητος, τῷ Σταυρῷ όπλισάμενος, ταῖς ῥοαῖς τοῦ αἴματος πᾶσαν δύναμιν, τῶν ἐναντίων ἐβύθισας, καὶ ὄμβρους ἀνέβλυσας, ἰαμάτω δαψιλῶς, ἐκ πηγῶν ἀρυόμενος, ἀξιάγαστε, τοῦ Σωτῆρος καὶ πάντα, καταρδεύων τοὺς φλογμῷ τῶν παθημάτων, συνεχομένους Θεόπνευστε.

Δόξα, Ἦχος πλ. δ´, Προκοπίου Χαρτοφύλακος.
Ταῖς μυστικαῖς λαμπηδόσι, τῆς ὑπερφώτου Τριάδος καταυγαζόμενος, Μάρτυς Προκόπιε γενναιόφρον, θέσει θεὸς χρηματίζεις, θεούμενος ἐν μεθέξει· ὅθεν τοὺς πίστει τελοῦντάς σου τὴν φωσφόρον ἑορτήν, ἐκ πειρασμῶν πολυτρόπων, περίσωζε σαῖς πρεσβείαις.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μῆτερ Θεοῦ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε. Ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ήμῷν ίκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον, καὶ τὰ Ἀπολυτἰκια.
Γερ. Μικραγιαννανίτου, Ἦχος Πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἀγρευθεὶς οὐρανόθεν πρὸς τὴν εὐσέβειαν, κατηκολούθησας χαίρων ὤσπερ ὁ Παῦλος Χριστῷ, τῶν Μαρτύρων καλλονὴ Μάρτυς Προκόπιε· ὅθεν δυνάμει τοῦ Σταυροῦ, ἀριστεύσας εὐκλεῶς, κατήσχυνας τὸν Βελίαρ· οῦ τῆς κακίας ἀτρώτους, σῶζε τοὺς πόθῳ σε γεραίροντας.

Ἕτερον. Ἦχος α´.
Οὐρανόθεν τὴν κλῆσιν δεξάμενος, ὡς ὁ Παῦλος τῶν ἐθνῶν ὁ Διδάσκαλος, τῇ δυνάμει δὲ τοῦ Σταυροῦ ἐνισχυθείς, τοῦ μαρτυρίου τὸν δρόμον τετέλεκας, Καὶ νῦν ἰάσεις παρὲχεις παντοδαπάς, πᾶσι τοῖς πίστει προστρέχουσι. Διὸ πρέσβευε Χριστῷ τῷ Θεῷ ἔνδοξε Προκόπιε, ἐν εὐσεβείᾳ ἡμᾶς προκόπτειν, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι, Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου. Δόξα τῷ ἐνοικήσαντι ἐν Σοὶ· δόξα τῷ προελθόντι ἐκ Σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου Σου.

Ἀπόλυσις.

Σημείωσις διαχειριστού: Τά σημειούμενα με* τροπάρια τής Λιτής, ελήφθησαν εκ των Αίνων του Όρθρου εκ του Μηνιαίου. Και αυτό γιατί, όταν συναντόνται ιδιόμελα στους αίνους, αυτά είναι κατάλοιπα παλαιάς πανηγυρικής ακολουθίας είς τον εκάστοτε εορταζόμενο Άγιο, και η οποία πανηγυρική ακολουθία για κάποιο λόγο (είτε παρελήφθη, είτε ελησμονήθη, είτε διά έτερον άδηλον λόγον), καταλιμπάνθηκε και απέμειναν τα ιδιόμελα της λιτής, τα οποία και μετεφέρθησαν εις τους Αίνους του Όρθρου. Για αυτό και τα τοποθετήσαμε εις την οικείαν αυτών θέσιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

Στηρίξτε......

  • Η σαλάτα του Νεοέλληνα - Δεν θέλω να μπω στο γαϊτανάκι του πολέμου που (για ακόμα μια φορά σε αυτή τη χώρα) έχει ξεσπάσει σχετικά με την επικείμενη συμφωνία των Πρεσπών, μα δεν μπο...
    Πριν από 5 χρόνια