Παρασκευή, 15 Ιουλίου 2011

Οἰκοι εἰκοσιτέσσαρες εἰς τόν Ὁσιομάρτυρα και Θαυματουργόν Ἅγιον Ἐφραίμ

Ὥσπερ ἀστήρ νεοφανής ἡμῖν ἀνέτειλας, τῇ φανερώσει τῶν σεπτῶν Πάτερ Λειψάνων σου, καί θαυμάτων ταῖς ἀκτῖσι πάσιν ἐκλάμπεις. Ἀλλά πλήρου τά αἰτήματα ἑκάστοτε, τῶν πιστῶς σοι προσιόντων Ἐφραίμ Ἅγιε, καί βοώντων σοι· χαίροις Πάτερ μακάριε.

γγελος ὥσπερ ἄλλος, οὐρανόθεν ἐπέστης, καί ἔδειξας ἡμῖν τήν χάριν (ἐκ γ'), δι' ·ἧς εὐφραίνεις πάντα πιστόν, Ὁσιομάρτυς Ἐφραίμ θείου Πνεύματος, διό σε μακαρίζοντες, ἀναβοῶμέν σοι τοιαῦτα.
Χαῖρε, ὁ πάλαι καλῶς ἀθλήσας· χαῖρε, ὁ ἄρτι σ' αὐτόν ἐκφήνας.
Χαῖρε, εὐφροσύνης καί ὁ παραίτιος· χαῖρε, οὐρανίου χαράς ὁ συναίτιος.
Χαῖρε, ἄστρον τό νεόφωτον Ἐκκλησίας τοῦ Χριστοῦ· χαῖρε, ξίφος τό ἀμφίστομον τῆς μανίας τοῦ ἐχθροῦ.
Χαῖρε, ὅτι ὁσίως ἐν ἀσκήσει ἐμπρέπεις· χαῖρε, ὅτι νομίμως ἐν ἀθλήσει ἐστέφθης.  Χαῖρε, καινόν τῆς πίστεως ἔρεισμα· χαῖρε, ἀπίστων φθορά καί ἄλγημα.
Χαῖρε, δι' οὗ εὐσεβεῖς κραταιοῦνται· χαῖρε, δι' οὗ δυσσεβεῖς καταργοῦνται.

Χαίροις Πάτερ μακάριε.

Βίου σου τοῦ ὁσίου καί τέλους σου του ἁγίου, ἄγνωστα τοῖς πᾶσι πρίν ἐτέλουν, ἀλλ' ἀποκαλύψει θαυμαστῇ, τῶν ἱερῶν σου Λειψάνων πανόλβιε, ἐγνώσθης ἐν τοῖς πέρασι, ἄπαντας ἐγείρεις ψάλλειν·
Ἀλληλούια.


Γνώσιν λαβόντες θείαν, τῆς ἐνθέου ζωῆς σου, ἐκφάνσει τῶν ἁγίων ὀστῶν σου, αἴνεσιν προσάγομεν Θεῷ τῷ ποικίλοις σέ δοξάσαντι θαύμασιν, Ἐφραίμ θεομακάριστε, δι' ὧν εὐφραίνεις τούς βοῶντάς σοι·

Χαῖρε, Χριστοῦ ὁ θεῖος θεράπων· χαῖρε, φωτός ἀΰλου θεάμων.
Χαῖρε, τῶν Ὁσίων ζηλώσας τήν ἄσκησιν· χαῖρε, τῶν Μαρτύρων ζηλώσας τήν ἄθλησιν.
Χαῖρε, σκεῦος καθαρότατον ἔπιπνοίας θεϊκῆς· χαῖρε, ἄνθος εὐωδέστατον εὐωδίας μυστικής.
Χαῖρε, ὅτι τόν κόσμον νουνεχῶς ἀπηρνήσω· χαῖρε, ὅτι τά ἄνω θαυμαστῶς ἐπορίσω.
Χαῖρε, κοιμίσας τά κύματα· χαῖρε, νοός ὑψώσας τόν ἔρωτα.
Χαῖρε, Χριστοῦ γεωργῶν τήν ἀγάπην· χαῖρε, σατάν καταργῶν τήν ἀπάτην.

Χαίροις Πάτερ μακάριε.


Δόξαν τήν κεκρυμμένην, ἥν θεόθεν ἐκτήσω, Ἐφραίμ Ὁσιομάρτυς Κυρίου, ἐμφανείαις σου ταῖς ἱεραῖς, τοῖς θεασαμένοις σε ἐφανέρωσας, καί θαύμασιν ἐπίστωσας, τούς πιστῶς Κυρίῳ· βοώντας·  

Ἀλληλούια


λαμψας ἐν τῷ ὄρει, πάλαι τῷ τῶν Ἀμώμων, Χριστῷ εὐαρεστήσας ὁσίως· νῦν δέ τήν ἁγίαν σου Μονήν, ἁγιάζεις τοῖς ἁγίοις Λειψάνοις σου, Ἐφραίμ ἐν σοι χορεύουσαν καί βοῶσάν σοι εὐφροσύνως·

Χαῖρε, ὁ λύχνος τῆς ἡσυχίας· χαῖρε, ὁ τύπος τῆς ἐγκρατείας.
Χαῖρε, ὁ εὐφράνας πιστῶν τήν διάνοιαν· χαῖρε, ὁ αἰσχύνας ἀπίστων τήν ἄνοιαν.
Χαῖρε, ὁ φοινίξας αἴμασι τῆς ψυχῆς σου τήν στολήν· χαῖρε, ὁ σφραγίσας σκάμμασιν ἀθλητῶν τήν σήν ζωήν.
Χαῖρε, ὅτι ὑπέστης τήν ὁρμήν τῶν βαρβάρων· χαῖρε, ὅτι μετέσχες ἀϊδίων στεφάνων.
Χαῖρε, λαμπτήρ ὁσίας ἀσκήσεως· χαῖρε, πρηστήρ μανίας τοῦ χείρονος.
Χαῖρε, χαρά τῆς ἁγίας Μονῆς σου· χαῖρε, φωτός θησαυρός τρισηλίου.

Χαίροις Πάτερ μακάριε.


Ζάλην ἅπασαν λύων, καί χαράν πρυτανεύων, ἐπέστης τῇ σεμνῇ Ἡγουμένη καί ταύτη ἐδήλωσας σαφῶς, τίς εἶ οὗ τά σεπτά ὀστᾶ ἀνεύρατο, ἡ δέ ἔνθους γεγονυῖα, τῇ σῇ ἐκφάνσει Θεῷ ἔφη· 

 Ἀλληλούϊα

κουσε τῆς φωνῆς σου, καί εἶδέ σε ὁμιλοῦντα, παμμάκαρ, ᾗ ὤφθης τῇ Ἡγουμένη σοφέ, καί ταύτη τό σόν ὄνομα ἐδήλωσας, καί τέλος σου τό ἅγιον· διό ἐβόας σοι τοιαῦτα·

Χαῖρε, ὁ μάρτυς ἐν τοῖς Ὁσίοις· χαῖρε, ὁ ἔνδοξος ἐν Ἁγίοις.
Χαῖρε, ὁ βιώσας ζωήν τήν ἰσάγγελον· χαῖρε, ὁ τρυγήσας καρπόν τόν ἀθάνατον.
Χαῖρε, στέφος χρυσοκόλλητον τῆς ἁγίας σου Μονῆς· χαῖρε, δένδρον εὐθαλέστατον εὐκαρπίας νοητῆς.
Χαῖρε, ὁ ἔν τῷ ὄρει τῶν Ἀμώμων ἀσκήσας· χαῖρε, ὁ δι' ἀγάπην τοῦ Σωτήρος ἀθλήσας.
Χαῖρε, ἐχθροῦ πατήσας τήν δύναμιν· χαῖρε, Χριστοῦ πλουτήσας τήν ἔλαμψιν.
Χαῖρε, ψυχῶν ὁ καθαίρων τόν ρύπον· χαῖρε, πιστῶν ὁ εὐφραίνων τόν δῆμον.

Χαίροις Πάτερ μακάριε. 


Θαύμασι παραδόξοις, και πολλαῖς ἐμφανείαις, κατ' ὄναρ καί καθ' ὕπαρ ποικίλως, τήν σήν δόξαν πᾶσι φανεροῖς, ἥν ἐκ Θεοῦ πάλαι ἐκτήσω Ἅγιε· διό τήν σήν λαμπρότητα, θαυμάζοντες Θεῷ βοῶμεν·
Ἀλληλούια. 


ασιν ἀναβλύζει, καί χαράν καί ὑγείαν, ἡ θήκη τῶν ἁγίων ὀστῶν σου, τοῖς προσιοῦσι τῇ σῇ Μονῇ, καί ζητοῦσιν Ἐφραίμ τήν σήν βοήθειαν· ἔνθεν οἱ τῆς σῆς χάριτος, τρυφῶντες πιστώς βοῶσι.

Χαῖρε, ἡ βρύσις τῶν ἰαμάτων· χαῖρε, ἡ λύσις τῶν νοσημάτων.
Χαῖρε, ὁ κατ' ὄναρ καί ὕπαρ φαινόμενος· χαῖρε, ὁ κινδύνων παντοίων ρυόμενος.
Χαῖρε, ὅτι τούς καλοῦντάς σε ἁγιάζεις μυστικῶς· χαῖρε, ὅτι τοῦς ὁρῶντάς σε ἐπευφραίνεις θαυμαστῶς.
Χαῖρε, ὁ θεραπεύων τά ἀνίατα πάθη· χαῖρε, ὁ ἀπελαύνων τῶν δαιμόνων τά ἄχθη.
Χαῖρε, ὁ ὀφθείς πολλοῖς ὡς ἠθέλησας· χαῖρε, ὁ διδούς χαράν οὕς ἐπέλεξας.
Χαῖρε, σκηνῆς οὐρανίου οἰκήτωρ· χαῖρε, ἡμῶν θερμός ἀντιλήπτωρ.
Χαίροις Πάτερ μακάριε. 

Κήρυκες γεγονότες, τῶν πολλῶν σου θαυμάτων, οἱ τῆς σῆς τυχόντες εὐποιΐας, πιστῶν ἐπτέρωσαν τάς ψυχάς· ἔνθεν πλεῖστοι τῇ Μονῇ σου προστρέχουσι, καί δρέπονται τήν χάριν σου, ἐκ τῶν Λειψάνων σου βοῶντες·
Ἀλληλούια. 

Λάμπων ὡς ἄλλος λύχνος, οὐρανόφωνος ὤφθης, ἐν ὄρει τῶν Ἀμώμων ἀρτίως γνωσθείς τῇ Ἐκκλησία Χριστοῦ, τῇ ἐκκαλύψει τῶν θείων Λειψάνων σου, ὁ πρώην τελῶν ἄγνωστος, καί πάντας συγκινεῖς βοᾶν σοι·

Χαῖρε, ἡ στήλη ὁσίων πόνων· χαῖρε, τό κλῆμα ἐνθέων νόμων.
Χαῖρε, ἑωσφόρος Χριστοῦ ὁ νεόφωτος· χαῖρε, Ἐκκλησίας κρηπίς ἡ νεότευκτος.
Χαῖρε, τύπος ἐνθεότατος ἀρετῶν ἀσκητικῶν· χαῖρε, πέτρα ἡ στερέμνιος ἄθλων τῶν μαρτυρικῶν. Χαῖρε, ὅτι νομίμως τοῖς τυράννοις ἀντέστης· χαῖρε, ὅτι ἐνδόξως τῷ Κυρίῳ μετέστης.
Χαῖρε, Χριστοῦ ὁρῶν τήν λαμπρότητα· χαῖρε, αὐτοῦ ὑμνῶν τήν χρηστότητα.
Χαῖρε, ψυχῆς τήν ἀνδρείαν ἐκφαίνων· χαῖρε, ἐχθρῶν τήν μανίαν ἐκτρέπων.

Χαίροις Πάτερ μακάριε. 

Μένων ἐγκεκρυμμένος, ἐν ἐτῶν περιόδοις, πολλῶν ὑπό τήν γῆν θεοφόρε, ἀρτίως εὐδοκία Θεοῦ, ἐγνώσθης ἡμῖν ὡς θησαυρός ἅγιος, Ἐφραιμ καί τῇ σῇ χάριτι, πλουτίζεις τούς Χριστῷ βοῶντας·  

Ἀλληλούια


Νέος ἥλιος ὤφθης, τῇ Χριστοῦ Ἐκκλησία, ἐκλάμπων τῶν θαυμάτων ἀκτῖσι, καί λύεις τήν νύκτα τῶν παθῶν, τῶν προσιόντων θερμῶς τῇ πρεσβείᾳ σου. Ἀλλά καί ἡμῖν Ὅσιε ἀεί βοῶσι·

Χαῖρε, ὁ βότρυς τῆς εὐφροσύνης· χαῖρε, ὁ λύτης τῆς ἀφροσύνης.
Χαῖρε, τῶν νοσούντων θεόσδοτος ἴασις· χαῖρε, τῶν ποικίλως πασχόντων ἡ λύτρωσις.
Χαῖρε, ἄνερ θεοφόρητε τῶν Ὅσίων μιμητά· χαῖρε, Μάρτυς τοῦ Παντάνακτος καί θεόφρον ἀθλητά. Χαῖρε, ὁ τῇ ἀσκήσει τήν ἄθλησιν συνάψας· χαῖρε, ὁ ἐν τῇ δόξη τῇ ἄνωθεν ἐκλάμψας.
Χαῖρε, παθῶν ὁ λύων τήν ζόφωσιν· χαῖρε, καλῶν ὁ φαίνων τήν ὄνησιν.
Χαῖρε, ὀφρῦν τῶν βαρβάρων πατήσας· χαῖρε, στερρῶς τόν ἀγῶνα ἀνύσας.

Χαίροις Πάτερ μακάριε. 


Ξένη πέλει ἡ χάρις, ἥν παρέχεις παμμάκαρ τοῖς ἐπικαλουμένοις σε πάσιν· ἔνθεν εἰς πάσαν τήν Ἀττικήν, ὁ τῶν θαυμάτων σου φθόγγος ἐξέδραμε, καί πάντες τοῖς Λειψάνοις σου, προστρέχουσι Θεῷ βοῶντες·
Ἀλληλούια

λος λελαμπρυσμένος, θεϊκαῖς ἀγλαΐαις, ἐφίστασαι τῇ θείᾳ Μονῇ σου, καί φαίνῃ διαφόρῳ μορφῇ, τοῖς καθαροῖς τῇ καρδίᾳ ἐν Πνεύματι, καί νέμεις χάριν ἄφθονον, τοῖς πόθῳ σοι βοῷσι·

Χαῖρε, τό κλέος τῶν μοναζόντων· χαῖρε, ὁ στύλος τῶν ὀρθοδόξων.
Χαῖρε, τῆς ἀΰλου εὐκλείας θησαύρισμα· χαῖρε, τῆς ἐξ ὕψους σοφίας ἐναύλισμα.
Χαῖρε, ἄρωμα οὐράνιον χάριτος τῆς θεϊκῆς· χαῖρε, μύρον πολυσύνθετον ἀγωγῆς ἀσκητικῆς. Χαῖρε, ἅγιον θῦμα δι' ἀθλήσεως θείας· χαῖρε, σφάγιον θεῖον τῆς βαρβάρων μανίας.
Χαῖρε, ζωῆς ὁσίας ὀσφράδιον· χαῖρε,ἠθῶν ἀμέμπτων κινάμωμον.
Χαῖρε, ἀστήρ ἐν τῷ ὄρει Ἀμῶμων· χαῖρε, κανών πρακτικός μονοτρόπων.

Χαίροις Πάτερ μακάριε. 


Παραλύτους συσφίγγεις, δαιμονῶντας ἰᾶσαι, καί πλήθη τά δυσίατα παύεις· ἐντεῦθεν Ἀθηναίων πληθύς, καί Πειραιεῖς καί περιχώρων ὅμιλοι, τῇ σῇ Μονῇ Πάτερ σπεύδουσιν, ὑμνοῦντές σε καί βοῶντες·
Ἀλληλούια


Ρημάτων σου τῶν θείων, ὡς σέ εἶδεν, ἐκλάμποντα ἐν δόξῃ ἀΰλω ἡ εὐσεβής νεάνις σοφέ, καί τήν σήν προστασίαν ὡμολόγησεν, ἤν παρέχεις τῇ σῇ μονῇ βοώσί σοι τοιαύτα·

Χαῖρε, Ὁσίων καύχημα νέων· χαῖρε, Μαρτύρων εὔκλειαν φέρων.
Χαῖρε, τῆς Μονῆς σου προστάτης ἀκοίμητος· χαῖρε, τῶν ἁγίων Ἀγγέλων ὁ σύσκηνος.
Χαῖρε, ὅτι ἐθεράπευσας ἀσθενοῦντας χαλεπῶς· χαῖρε, ὅτι τόν παράλυτον ἠνόρθωσας θαυμαστῶς. Χαῖρε, κεφαλαλγίας διαλύσας τό βάρος· χαῖρε, τοῦ διαβήτου καταπαύσας τό πάθος.
Χαῖρε, Θεοῦ χαρίτων κειμήλιον· χαῖρε, πιστῶν διάδημα τίμιον.
Χαῖρε, Ἐφραίμ ἀσκητῶν ὡραιότης· χαῖρε, εἰκών μοναστών καί λαμπρότης.

Χαίροις Πάτερ μακάριε. 


Σέ, ὁράσει ἁγία, καί κατ' ὄναρ καί ὕπαρ, ἐν τῇ σῇ μάνδρα περιπολοῦντα, κατεῖδον μονάστριαι σεμναί, καί εὐφροσύνης πολλῆς ἐπληρώθησαν, προστάτην σε κηρύττουσαι, καί τῷ Θεῷ ὁμοῦ βοῶσαι.

Ἀλληλούια. 


Τό οὐράνιον μύρον, τῇ ψυχῇ θησαυρίσας, εὐφραίνεις τῶν πιστῶν τάς καρδίας, καί εὐωδία μυρεψικῇ, τῶν σεπτῶν σου λειψάνων ποιεῖς λάρνακα, ἀρωματίζειν Ἅγιε, τούς εὐλαβώς σοι ἐκβοώντας·

Χαῖρε, τῆς χάριτος μυροθήκη· χαῖρε, τῆς μάνδρας σου ἔνθεος σκέπη.
Χαῖρε, ἀφθαρσίας εὐώδης παράδεισος· χαῖρε, ἀπαθείας ἁγίας κυπάρισσος.
Χαῖρε, ὅτι καταβέβληκας τόν ἀντίπαλον ἐχθρόν· χαῖρε, ὅτι ἐμεγάλυνας τοῖς σοῖς πόνοις τόν Χριστόν.
Χαῖρε, ὁ ὑπό χθόνα πλεῖστα ἔτη τελέσας· χαῖρε, ὁ θείᾳ νεύσει ἐκ τῆς γῆς ἀναλάμψας.
Χαῖρε, ψυχών καθαίρων τούς μώλωπας· χαῖρε, δεινῶν ἐκκαίνων τούς σκόλοπας.
Χαῖρε, ἀεί τάς ἰάσεις παρέχων· χαῖρε, ἡμῶν ἀεί προστατεύων.

Χαίροις Πάτερ μακάριε. 


μνησαν τόν Σωτήρα, τῇ εὑρέσει θεόφρον, τῶν θείων καί πανσέπτων ὀστῶν σου, εὐσεβῷν οἱ δῆμοι πανδημεί, ὅτι ταῦτα ἀσινῆ διετήρησεν, ὑπό τήν γῆν χρόνοις πλείοσιν, ἅ τιμῶντες Ἐφραιμ βοῶμεν·
Ἀλληλούια. 


Φύλαττε τήν Μονήν σου ἀπό πάσης ἀνάγκης, τῇ σῇ πρός τόν Σωτήρα πρεσβείᾳ, και δίδου ταύτη πάτερ Ἐφραίμ, τά τῆς εὐλογίας τῆς σῆς δωρήματα· ἰδού γάρ τῇ σῇ χάριτι, προστρέχει ἀει ἐκβοῶσα.

Χαῖρε, ἡμῶν τό ἄρρηκτον τεῖχος· χαῖρε, πιστῶν ἀτίνακτος πύργος.
Χαῖρε, τῆς Μονῆς σου φρουρός ἀσφαλέστατος· χαῖρε, τῶν τεκνίων σου φύλαξ καί ἔφορος.
Χαῖρε, στήριγμα θεόσδοτον εὐλαβῶν μοναζουσῶν· χαῖρε, καύχημα οὐράνιον τῶν πιστῶν ἀσκητριών.
Χαῖρε, ὅτι βραβεύεις τοῖς πιστοῖς τάς αἰτήσεις· χαῖρε, ὅτι προσδέχῃ σῶν υἱῶν τάς δεήσεις.
Χαῖρε, ἡμῖν ἐκφαίνων τά κρείττονα· χαῖρε, ἀεί ἐκτρέπων τά χείρονα..
Χαῖρε, Χριστῷ ὑπέρ πάντων πρεσβεύων· χαῖρε, παθῶν τήν ἐνέργειαν φλέγων.

Χαίροις Πάτερ μακάριε. 


Χάριτας ἀναβλύζεις, καί πολλήν εὐφροσύνην, καί θείαν ἀγαλλίασιν Πάτερ, καί εὐφραίνει ἡμῶν τάς ψυχάς, καί καθαγιάζει ὁμοῦ τά σώματα, ἡ θήκη τῶν λειψάνων σου, τῶν ἐκβοώντων τῇ Τριάδι·  

Ἀλληλούια


Ψάλλοντες ἐν αἰνέσει, τούς ἀγῶνάς σου Πάτερ, ὑμνοῦμεν τήν δοθεῖσάν σοι χάριν καί παρεστῶτες τῇ σῇ σορῷ, τήν προστασίαν σου ἐπιβιώμεθα, ἤν δίδου ἡμῖν Ἅγιε, ὡς ἄν ἀεί σοι ἐκβοῶμεν·

Χαῖρε, ἰσότιμος τῶν Ὁσίων· χαῖρε, συνόμιλος τῶν Μαρτύρων.
Χαῖρε, ἀϊδίων στεφάνων ὁ μέτοχος· χαῖρε, τρισηλίου ἐλάμψεως ἔμπλεως.
Χαῖρε, γέρας πολυτίμητον τῆς ἁγίας σου Μονῆς· χαῖρε, θέμεθλος νεόδμητος Ἐκκλησίας τῆς σεπτῆς.
Χαῖρε, ὁ κατευφράνας τῶν πιστῶν τάς χορείας· χαῖρε, ὁ ἀναφήνας ἀναβάσεις ἁγίας.
Χαῖρε, δι' οὖ ἀνίας ρυσθήσομαι· χαῖρε, δι' οὖ παθῶν ἰαθήσομαι.
Χαῖρε, πιστῶν πρός Χριστόν ὁ μεσίτης· χαῖρε, κἀμοῦ ἐν ταῖς θλίψεσι ρύστης.

Χαίροις Πάτερ μακάριε. 


τρισόλβιε πάτερ, Ἐφραίμ Ὁσιομάρτυς, τῶν πάλαι Ἁγίων συμπολῖτα (ἐκ γ'), σύν αὐτοῖς δυσώπει τόν Χριστόν, ὡς ἄν ποικίλων ρυόμεθα θλίψεων, καί ζωῆς τῆς μελλούσης τύχωμεν οἱ τῷ Θεῷ βοῶντες·

Ἀλληλούια. 

Και αὖθις τό Κοντάκιον. 
Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ. 
Ὥσπερ ἀστήρ νεοφανής ἡμῖν ἀνέτειλας, τῇ φανερώσει τῶν σεπτῶν Πάτερ Λειψάνων σου, καί θαυμάτων ταῖς ἀκτῖσι πάσιν ἐκλάμπεις. Ἀλλά πλήρου τά αἰτήματα ἑκάστοτε, τῶν πιστῶς σοι προσιόντων Ἐφραίμ Ἅγιε, καί βοώντων σοι· χαίροις Πάτερ μακάριε. Δίστιχον. Ἐφραίμ χαράν δίδου μοι τήν οὐρανίαν Γερασίμῳ χαῖρέ σοι ἀναβοῶντι.

1 σχόλιο:

  1. Αγαπημένε Αγιε Εφραιμ... Σε ευχαριστω που σε γνωρισα η αναξια..Αγιουλη μου, προστατευε ολο τον κοσμο σου..

    ΑπάντησηΔιαγραφή

Στηρίξτε......