Σελίδες

Τετάρτη 7 Ιουλίου 2010

Άγιος Προκόπιος ο μεγαλομάρτυρας (Παρακλητικός Κανόνας)


 Ἱερεὺς
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΨΑΛΜΟΣ 142 (ΡΜΒ’)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. 


Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἀγαπήσαντα θερμῶς τὸν Δεσπότην, καὶ μαρτυρίου ἐνδύθεντα τὴν χλαῖναν, δεῦτε πιστοὶ βοήσωμεν ἐκ βάθους ψυχῆς· φύλαττε Προκόπιε στρατηλάτα Κυρίου, πάντας τοὺς προστέρχοντας ἐκ καρκίνου καὶ πλάνης, καὶ ἐκ κινδύνων ῥῦσαι θαυμαστὲ, καὶ ἐξ ὀδόντων τοῦ δράκοντος πάντιμε.

Δόξα Πατρὶ και Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστώμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


ΨΑΛΜΟΣ 50 (Ν’)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.


ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας,
Προστάτευσον πάντας θαυματουργέ, ἐκ νόσων ποικίλων καὶ κινδύνων παντοειδῶν, ὑγείαν παράσχου θεηγόρε, καὶ προκοπὴν βίου μάρτυς Προκόπιε.

Εἰρήνευσον μάρτυς θαυματουργέ, ψυχὴν τὴν ἀθλίαν ἣν ἐμόλυνα περισσῶς. Διὸ καταφεύγω σοι τρισμάκαρ καὶ ἐξαιτοῦμαι βοήθειαν ἅγιε.

Νοσήσας ἐκ πάντων ὀδυνηρῶς, πρὸς σὲ καταφεύγω τὸν ἀλάνθαστον ἰατρὸν καὶ τὴν σὴν βοήθειαν αἰτοῦμαι· μάρτυς Κυρίου καὶ θεῖε Προκόπιε.

Θεοτοκίον.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.


 ᾨδὴ γ´. Ούρανίας άψῖδος.
Ἱκετεύω σε μάρτυς καὶ θεῖε Προκόπιε, παράσχου ἡμῖν Θεοφόρε πᾶσαν βοήθειαν, τοῖς εὐφημοῦσι φωστὴρ καὶ καταφεύγουσι πόθῳ πειρασμῶν ἀπάλλαξον τῇ μεσιτείᾳ σου.

Ἀπὸ πάσης ἀνάγκης καὶ τῶν δεινῶν λύτρωσαι, τοὺς πρός σε προσπίπτοντας πίστει, μάκαρ Προκόπιε. Παράσχου πᾶσι σοφὲ, ἁμαρτημάτων τὴν γνῶσιν καὶ ἐκ πλάνης δαιμόνων, τάχος ἐξάρπασον.

Προστασίαν καὶ σκέπην ψυχῆς τε καὶ σώματος αἰτοῦμαι παμμάκαρ καὶ θεῖε, ὄντως Προκόπιε. Ἐκκάθαρόν με σοφὲ καὶ τῶν παθῶν ταῖς λιταῖς σου, καὶ παντοίων θλίψεων σῶσον ἱκέτην σου,

Θεοτοκίον-
Χαλεπαῖς ἀῤῥωστίαις καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γὰρ ἀνελλιπῆ σε γινώσκω, θησαυρόν Πανάμωμε, τὸν ἀδαπάνητον.

Διάσωσον ἀπὸ κινδύνων ἱκέτας σου Θεοφόρε, ὅτι πάντες σεμνοπρεπῶς πρὸς σὲ καταφεύγομεν, ὡς ἄγρυπνον φύλακά τε καὶ ῥύστην.

Ἐπίβλεψον ἐν εὐμενείᾳ...

Αἴτησις καὶ τὸ κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Πλεόντων σωτήρ, ὁδοιπορούντων σύμμαχος, πενθούντων χαρά, νοσούντων ἰατήριον, ἐδείχθης Προκόπιε. Διό σοι προσπίπτομεν Ἅγιε, αἰτοῦντες χάριν τὴν σὴν δαψιλὴν ἐν πάσαις τοῦ βίου περιστάσεσιν.

ᾨδὴ δ´. Είσακήκοα Κύριε.
Μολυσμῶν ἀποκάθαρον, τὴν ψυχήν μου μάρτυς σεμνέ Προκόπιε, καὶ παντοίας νόσου καὶ βλάβης ῥῦσαι θαυμαστὲ, ἡμᾶς τοὺς δούλους σου.

Τῆς κολάσεως ἄξιος, ἀληθῶς ὁ τάλας Θεόφρον γέγονα, διὸ τρέμω ὁ ἀνάξιος, καὶ προστρέχω θαυμαστὲ τῇ σκέπῃ σου.

Ἰατρὸς ὁ ἀλάνθαστος, ἀνεδείχθης μάρτυς Χριστοῦ Προκόπιε, σὺ τοὺς πόνους καταπράϋνον, καὶ ὑγείαν δώρησαί μοι Ἅγιε.

Θεοτοκίον.
Οἱ ἐλπίδα καὶ στήριγμα καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε Πανύμνητε, δυσχερείας πάσης ἐλκυτρούμεθα.


ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Φρούρησον ἡμᾶς, ταῖς πρεσβείαις σου μακάριε, καὶ τοὺς σοὺς δούλους σκέπε μάρτυς σεμνέ, καὶ ἐξ ὀδόντων ἐχθροῦ, σὺ σοφὲ ἐξάρπασον.

Νόσων ἰατρός, ἀνεδείχθης μέγας Ἅγιε, καὶ πάντων τῶν χριστιανῶν, σὺ φρουρός, ἀσπὶς καὶ τεῖχος ἀπόρθητον, σεμνὲ Προκόπιε.

Ῥῦσαί με δεινῶν, καὶ στενώσεως Προκόπιε, ἐκ νόσων καὶ θλίψεων καὶ συμφορῶν, τῇ μεσιτείᾳ σου μάκαρ, κλεινὲ ἀπάλλαξον.

Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν τῇ πρεσβείᾳ σου παράσχου μοι.

ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Καρκίνου, καὶ αἰφνιδίου θανάτου, διαφύλαξόν με σὺ στρατηλάτα, καὶ ἐκ παθῶν, καὶ δεινῶν ἀλγηδόνων, ῥῦσαι τὸν δοῦλόν σου μάκαρ Προκόπιε, καὶ σῶσον τοὺς χριστιανοὺς, ἐκ παγίδων τοῦ ὄφεως Ἅγιε.

Σωμάτων, θεραπευτὴν καλοῦμέν σε, ὀρθοδόξων ἡ πληθὺς Θεοφόρε, καὶ τῶν ψυχῶν ἰατρὸν καὶ προστάτην, καὶ τῶν ἐν θλίψει καὶ ζάλαις προπύργιον, Προκόπιε θαυματουργέ, τῶν πιστῶν σὺ στεῤῥὸν καταφύγιον.

Ἐν κλίνῃ, νῦν ἀσθενῶν κατάκειμαι, ὁ πανάθλιος ἱκέτης σου μάρτυς, καὶ τὴν σὴν βοήθειαν μάκαρ αἰτοῦμαι, ἣν δώρισαί μοι ταχέως Προκόπιε, καὶ πᾶσαν λύπην τῆς ψυχῆς, ἀπ᾿ ἐμοῦ ἀποδίωξον Ἅγιε.
Θεοτοκίον.

Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ᾿ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς· ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

Διάσωσον ἀπὸ κινδύνων ἱκέτας σου Θεοφόρε, ὅτι πάντες σεμνοπρεπῶς πρὸς σὲ καταφεύγομεν, ὡς ἄγρυπνον φύλακά τε καὶ ῥύστην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἧμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἐχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β´, Προστασία τῶν Χριστιανῶν.
Προστάτης πτωχῶν ἀνεδείχθης μακάριε, καὶ νοσούντων ἰατρὸς ἀλάνθαστος Ἅγιε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ φύλαξον θαυματουργὲ ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, ἡμᾶς τοὺς σοὶ προστρέχοντας. Τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν ὁ ἑτοιμότατος φρουρός, παναοίδιμε Προκόπιε.

Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν τᾶὶς αὐλᾶὶς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.
Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Ματθαῖον (ι΄ 5-8). (Ζήτει αὐτὸ τῆ 1ῃ Νοεμβρίου, τῶν Ἁγίων Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ).
Δόξα: Τᾶὶς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Τᾶὶς τῆς Θεοτόκου...
Στίχ.: Ἐλεῆμον, ἐλέησὸν με ὁ Θεός.. καὶ τὸ Προσόμοιον, Ἦχος πλ. β´. Ὄλην άποθέμενοι.

Ὀῥθοδόξων καύχημα καὶ ὀρφανῶν ὁ προστάτης, τῶν πλεόντων στήριγμα, καὶ τῶν ἐν στρατεύματι ὁ παρήγορος. Σὲ ἱκετεύομεν, καὶ χεῖρας αἴρομεν οἱ ἀνάξιοι, Προκόπιε. Ῥῦσαι ἐκ θλίψεων, κινδύνων τε καὶ λοίμης καὶ νόσων πάραυτα ἀπάλλαξον πάντας τοὺς προσφεύγοντας τῇ σῇ σκέπῃ, καὶ ὀργὴν δικαίαν, Κυρίου Παντοκράτορος σεμνέ, τάχος κατεύνασον Ἅγιε, τῶν πιστῶν τὸ σέμνωμα.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νικητὴς ἀνεδεὶχθης, καὶ κατέλυσας μάρτυς πάντα τὰ εἴδωλα, διὸ σὲ ἱκετεύω καὶ δέομαι Ἅγιε, τὴν νεότητα φύλαξον, καὶ ἐκ τῶν παρεκτροπῶν διάσωσον εὐχαῖς σου,

Ἰσχυρὸς ἀνεδείχθης τοῦ Σταυροῦ τῇ δυνάμει σεμνὲ Προκόπιε, καὶ πᾶσι τοῖς νοσοῦσι ὑγείαν σὺ παρέχεις, διὸ ἅπαντες ᾄδομεν, ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Τοῦ Σταυροῦ τῇ δυνάμει, τῶν εἰδώλων τὰ ξόανα ἐθρυμμάτισας, καὶ νίκην ἐδωρίσω ἡμῖν τοῖς Ὀρθοδόξοις, διὸ ἄδοντας λέγομεν, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Σωμάτων μαλακίας καὶ ψυχῶν ἀῤῥωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων τῇ σκέπῃ σου τῆ θείᾳ θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτήρα Χριστὸν ἡμῖν ἀποτεκοῦσα.

ᾨδὴ η´. Τὸν Βασιλέα.
Τοὺς ἐν τῇ κλὶνῃ, τοῦ πόνου πάντας κειμένους, σὺ παράσχου οὺς ὑγείαν Τρισμάκαρ, ἵνα σὲ ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Τοὺς προσελθόντας, ἐν τῷ σεπτῷ σου τεμένει, μὴ παρίδῃς Θεόφρον ὑμνοῦντας καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Τῶν ἰαμάτων, κρουνὸς σοφὲ ἀνεδείχθης, καὶ πτωχοὺς μὴ παρίδῃς θεόφρον, ἵνα σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Τῶν πειρασμῶν, σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε, ὅθεν σὲ ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χαρᾶς καὶ εὐφροσύνης, ἔμπλησον Παμμάκαρ, τοὺς ἐξαιτοῦντας ἐν πίστει τὴν σὴν ἀῤῥωγήν, καὶ τοὺς ἐν θλίψεσιν ὄντας τάχος ἐπίσκεψαι.

Προκόπιε Θεόφρον, φύλαττε τρισμάκαρ, ἐκ πάσης νόσου, ἀνάγκης καὶ θλίψεως, τοὺς εὐσεβῶς στρατηλάτα σὲ μεγαλύνοντας.

Ὦ μέγα στρατηλάτα, φάλαγγος Κυρίου, τοὺς στρατευομένους καλῶς διαφύλαξον, καὶ ἁμαρτάδων μου λύσιν, εὐχαῖς σου δώρησαι.

Θεοτοκίον.
Κακώσεως ἐν τόπῳ, τῶ τῆς ἀσθενείας, ταπεινωθέντα Παρθένε θεράπευσον, εξ αῤῥωστιας εις ῥῶσιν μετασκευάζουσα.

Ἄξιὸν ἐστιν ῶς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Χαίροις Ὀρθοδόξων ἡ καλλονή, χαίροις διωχθέντων, καταφύγιον ἰσχυρόν, χαίροις τῶν ἐν θλίψει, καὶ τῶν ἐν ἐξορίᾳ, Προκόπιε Θεόφρον, τὸ παραμύθιον.

Μάρτυς τοῦ Κυρίου θαυματουργέ, φύλαττε σοὺς δούλους, ἀπὸ βλάβης τε καὶ φθορᾶς, ἐκ νόσων παντοίων καὶ θλίψεων ποικίλων καὶ τοῖς ἐν μετανοίᾳ δάκρυα δώρησαι.

Σκέπαζε Προκόπιε θαυμαστέ, πάντας τοὺς συζύγους, καὶ τὰ τέκνα αὐτῶν σοφέ. Φύλαττε ἐκ νόσων, σατανικῶν παγίδων, καὶ ὀλιγοπιστίας πάντας τοὺς δούλους σου.

Ἔχοντες προστάτην θαυματουργὲ, σὲ τὸν στρατηλάτην, ἐκκλησίας τὴν κορυφήν, χαίρομεν ἀσμένως, κηρύττομεν δεόντως, Χριστοῦ τὰ μεγαλεῖα, μάρτυς Προκόπιε.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι
Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.



Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος ἱσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς(τρις).


Δόξα Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Παναγία Τριάς, ἐλέησον ἡμᾶς, Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν, Ἁγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματὸς σου.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.


Δόξα Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀγιασθήτω τὸ ὄνομὰ σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημὰ σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γής. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηρού.
Ἱερεὺς Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἦχος πλ. β'
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πᾶσης γὰρ ἀπολογίας ἀπορούντες, ταὔτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότη, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθὴς ἡμῖν σφόδρα, μηδὲ μνησθὴς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν, ῶς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπἱκεκλήμεθα.

Καὶ νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.


Εκτενὴς μεθ᾿ ἣν τὸ ἑξῆς:Ἦχος β´, Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας θερμῶς, τῇ σῆ κραταιᾷ προστασίᾳ καὶ ἀντιλήψει σοφέ, φύλαττε πρεσβείαις σου καὶ σῶσον Ἅγιε, τὰς αἰτήσεις ἐκπλήρωσον καὶ ἐκ ὁλεθρίων, πειρασμῶν τοῦ ὁφεως ῥῦσαι θεόφρον ἀεί. Λύχνε τοῦ Χριστοῦ φωτοφόρε, εὔχου ὦ Προκόπιε ἔτι, καὶ ὑπὲρ ἡμῶν τῶν ἀνυμνούντων σε.

Ἦχος πλ. δ'
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπό πᾶσης ἀνάγκης καὶ θλίψεως.

Ἦχος β'
Τὴν πᾶσαν ελπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ, φύλαξὸν με ὑπὸ τὴν σκέπην σου.

Ἱερεὺς: Δι' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Kύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.